TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 668
Previous part

Chapter: 99 
Verse: 1  Ψαλμὸς εἰς ἐξομολόγησιν.
᾽Αλαλάξατε τῷ κυρίῳ, πᾶσα γῆ,
Verse: 2 
δουλεύσατε τῷ κυρίῳ ἐν εὐϕροσύνῃ,
εἰσέλθατε ἐνώπιον αὐτοῦ ἐν ἀγαλλιάσει.
Verse: 3 
γνῶτε ὅτι κύριος, αὐτός ἐστιν θεός,
αὐτὸς ἐποίησεν ἡμᾶς καὶ οὐχ ἡμεῖς,
λαὸς αὐτοῦ καὶ πρόβατα τῆς νομῆς αὐτοῦ.
Verse: 4 
εἰσέλθατε εἰς τὰς πύλας αὐτοῦ ἐν ἐξομολογήσει,
εἰς τὰς αὐλὰς αὐτοῦ ἐν ὕμνοις·
ἐξομολογεῖσθε αὐτῷ, αἰνεῖτε τὸ ὄνομα αὐτοῦ,
Verse: 5 
ὅτι χρηστὸς κύριος, εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ,
καὶ ἕως γενεᾶς καὶ γενεᾶς ἀλήθεια αὐτοῦ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.