TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 669
Previous part

Chapter: 100 
Verse: 1  Τῷ Δαυιδ ψαλμός.
῎Ελεος καὶ κρίσιν ᾄσομαί σοι, κύριε·
Verse: 2 
ψαλῶ καὶ συνήσω ἐν ὁδῷ ἀμώμῳ· πότε ἥξεις πρός με;
διεπορευόμην ἐν ἀκακίᾳ καρδίας μου ἐν μέσῳ τοῦ οἴκου μου.
Verse: 3 
οὐ προεθέμην πρὸ ὀϕθαλμῶν μου πρᾶγμα παράνομον,
ποιοῦντας παραβάσεις ἐμίσησα·
Verse: 4 
οὐκ ἐκολλήθη μοι καρδία σκαμβή,
ἐκκλίνοντος ἀπ' ἐμοῦ τοῦ πονηροῦ οὐκ ἐγίνωσκον.
Verse: 5 
τὸν καταλαλοῦντα λάθρᾳ τοῦ πλησίον αὐτοῦ, τοῦτον ἐξεδίωκον·
ὑπερηϕάνῳ ὀϕθαλμῷ καὶ ἀπλήστῳ καρδίᾳ, τούτῳ οὐ συνήσθιον.
Verse: 6 
οἱ ὀϕθαλμοί μου ἐπὶ τοὺς πιστοὺς τῆς γῆς τοῦ συγκαθῆσθαι αὐτοὺς μετ' ἐμοῦ·
πορευόμενος ἐν ὁδῷ ἀμώμῳ, οὗτός μοι ἐλειτούργει.
Verse: 7 
οὐ κατῴκει ἐν μέσῳ τῆς οἰκίας μου ποιῶν ὑπερηϕανίαν,
λαλῶν ἄδικα οὐ κατεύθυνεν ἐναντίον τῶν ὀϕθαλμῶν μου.
Verse: 8 
εἰς τὰς πρωίας ἀπέκτεννον πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς
τοῦ ἐξολεθρεῦσαι ἐκ πόλεως κυρίου πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.