TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 671
Previous part

Chapter: 102 
Verse: 1  Τῷ Δαυιδ.
Εὐλόγει, ψυχή μου, τὸν κύριον
καί, πάντα τὰ ἐντός μου, τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ·
Verse: 2 
εὐλόγει, ψυχή μου, τὸν κύριον
καὶ μὴ ἐπιλανθάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ·
Verse: 3 
τὸν εὐιλατεύοντα πάσαις ταῖς ἀνομίαις σου,
τὸν ἰώμενον πάσας τὰς νόσους σου·
Verse: 4 
τὸν λυτρούμενον ἐκ ϕθορᾶς τὴν ζωήν σου,
τὸν στεϕανοῦντά σε ἐν ἐλέει καὶ οἰκτιρμοῖς·
Verse: 5 
τὸν ἐμπιπλῶντα ἐν ἀγαθοῖς τὴν ἐπιθυμίαν σου,
ἀνακαινισθήσεται ὡς ἀετοῦ νεότης σου.
Verse: 6 
ποιῶν ἐλεημοσύνας κύριος
καὶ κρίμα πᾶσι τοῖς ἀδικουμένοις.
Verse: 7 
ἐγνώρισεν τὰς ὁδοὺς αὐτοῦ τῷ Μωυσῇ,
τοῖς υἱοῖς Ισραηλ τὰ θελήματα αὐτοῦ.
Verse: 8 
οἰκτίρμων καὶ ἐλεήμων κύριος,
μακρόθυμος καὶ πολυέλεος·
Verse: 9 
οὐκ εἰς τέλος ὀργισθήσεται
οὐδὲ εἰς τὸν αἰῶνα μηνιεῖ·
Verse: 10 
οὐ κατὰ τὰς ἁμαρτίας ἡμῶν ἐποίησεν ἡμῖν
οὐδὲ κατὰ τὰς ἀνομίας ἡμῶν ἀνταπέδωκεν ἡμῖν
Verse: 11 
ὅτι κατὰ τὸ ὕψος τοῦ οὐρανοῦ ἀπὸ τῆς γῆς
ἐκραταίωσεν κύριος τὸ ἔλεος αὐτοῦ ἐπὶ τοὺς ϕοβουμένους αὐτόν·
Verse: 12 
καθ' ὅσον ἀπέχουσιν ἀνατολαὶ ἀπὸ δυσμῶν,
ἐμάκρυνεν ἀϕ' ἡμῶν τὰς ἀνομίας ἡμῶν.
Verse: 13 
καθὼς οἰκτίρει πατὴρ υἱούς,
οἰκτίρησεν κύριος τοὺς ϕοβουμένους αὐτόν,
Verse: 14 
ὅτι αὐτὸς ἔγνω τὸ πλάσμα ἡμῶν·
μνήσθητι ὅτι χοῦς ἐσμεν.
Verse: 15 
ἄνθρωπος, ὡσεὶ χόρτος αἱ ἡμέραι αὐτοῦ·
ὡσεὶ ἄνθος τοῦ ἀγροῦ, οὕτως ἐξανθήσει·
Verse: 16 
ὅτι πνεῦμα διῆλθεν ἐν αὐτῷ, καὶ οὐχ ὑπάρξει
καὶ οὐκ ἐπιγνώσεται ἔτι τὸν τόπον αὐτοῦ.
Verse: 17 
τὸ δὲ ἔλεος τοῦ κυρίου ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος ἐπὶ τοὺς ϕοβουμένους αὐτόν,
καὶ δικαιοσύνη αὐτοῦ ἐπὶ υἱοὺς υἱῶν
Verse: 18 
τοῖς ϕυλάσσουσιν τὴν διαθήκην αὐτοῦ
καὶ μεμνημένοις τῶν ἐντολῶν αὐτοῦ τοῦ ποιῆσαι αὐτάς.
Verse: 19 
κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασεν τὸν θρόνον αὐτοῦ,
καὶ βασιλεία αὐτοῦ πάντων δεσπόζει.
Verse: 20 
εὐλογεῖτε τὸν κύριον, πάντες οἱ ἄγγελοι αὐτοῦ,
δυνατοὶ ἰσχύι ποιοῦντες τὸν λόγον αὐτοῦ
τοῦ ἀκοῦσαι τῆς ϕωνῆς τῶν λόγων αὐτοῦ·
Verse: 21 
εὐλογεῖτε τὸν κύριον, πᾶσαι αἱ δυνάμεις αὐτοῦ,
λειτουργοὶ αὐτοῦ ποιοῦντες τὸ θέλημα αὐτοῦ·
Verse: 22 
εὐλογεῖτε τὸν κύριον, πάντα τὰ ἔργα αὐτοῦ
ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ·
εὐλόγει, ψυχή μου, τὸν κύριον.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.