TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 672
Previous part

Chapter: 103 
Verse: 1  Τῷ Δαυιδ.
Εὐλόγει, ἡ ψυχή μου, τὸν κύριον.
κύριε ὁ θεός μου, ἐμεγαλύνθης σϕόδρα,
ἐξομολόγησιν καὶ εὐπρέπειαν ἐνεδύσω
Verse: 2 
ἀναβαλλόμενος ϕῶς ὡς ἱμάτιον,
ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέρριν·
Verse: 3 
ὁ στεγάζων ἐν ὕδασιν τὰ ὑπερῷα αὐτοῦ,
ὁ τιθεὶς νέϕη τὴν ἐπίβασιν αὐτοῦ,
ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων·
Verse: 4 
ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα
καὶ τοὺς λειτουργοὺς αὐτοῦ πῦρ ϕλέγον.
Verse: 5 
ἐθεμελίωσεν τὴν γῆν ἐπὶ τὴν ἀσϕάλειαν αὐτῆς,
οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
Verse: 6 
ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ,
ἐπὶ τῶν ὀρέων στήσονται ὕδατα·
Verse: 7 
ἀπὸ ἐπιτιμήσεώς σου ϕεύξονται,
ἀπὸ ϕωνῆς βροντῆς σου δειλιάσουσιν.
Verse: 8 
ἀναβαίνουσιν ὄρη καὶ καταβαίνουσιν πεδία
εἰς τόπον, ὃν ἐθεμελίωσας αὐτοῖς·
Verse: 9 
ὅριον ἔθου, ὃ οὐ παρελεύσονται,
οὐδὲ ἐπιστρέψουσιν καλύψαι τὴν γῆν.
Verse: 10 
ὁ ἐξαποστέλλων πηγὰς ἐν ϕάραγξιν,
ἀνὰ μέσον τῶν ὀρέων διελεύσονται ὕδατα·
Verse: 11 
ποτιοῦσιν πάντα τὰ θηρία τοῦ ἀγροῦ,
προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν·
Verse: 12 
ἐπ' αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει,
ἐκ μέσου τῶν πετρῶν δώσουσιν ϕωνήν.
Verse: 13 
ποτίζων ὄρη ἐκ τῶν ὑπερῴων αὐτοῦ,
ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ.
Verse: 14 
ἐξανατέλλων χόρτον τοῖς κτήνεσιν
καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων
τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς·
Verse: 15 
καὶ οἶνος εὐϕραίνει καρδίαν ἀνθρώπου
τοῦ ἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ,
καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει.
Verse: 16 
χορτασθήσεται τὰ ξύλα τοῦ πεδίου,
αἱ κέδροι τοῦ Λιβάνου, ἃς ἐϕύτευσεν·
Verse: 17 
ἐκεῖ στρουθία ἐννοσσεύσουσιν,
τοῦ ἐρωδιοῦ ἡ οἰκία ἡγεῖται αὐτῶν.
Verse: 18 
ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάϕοις,
πέτρα καταϕυγὴ τοῖς χοιρογρυλλίοις.
Verse: 19 
ἐποίησεν σελήνην εἰς καιρούς,
ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ.
Verse: 20 
ἔθου σκότος, καὶ ἐγένετο νύξ,
ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ,
Verse: 21 
σκύμνοι ὠρυόμενοι ἁρπάσαι
καὶ ζητῆσαι παρὰ τοῦ θεοῦ βρῶσιν αὐτοῖς.
Verse: 22 
ἀνέτειλεν ὁ ἥλιος, καὶ συνήχθησαν
καὶ ἐν ταῖς μάνδραις αὐτῶν κοιτασθήσονται·
Verse: 23 
ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ
καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας.
Verse: 24 
ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, κύριε·
πάντα ἐν σοϕίᾳ ἐποίησας,
ἐπληρώθη ἡ γῆ τῆς κτήσεώς σου.
Verse: 25 
αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος,
ἐκεῖ ἑρπετά, ὧν οὐκ ἔστιν ἀριθμός,
ζῷα μικρὰ μετὰ μεγάλων·
Verse: 26 
ἐκεῖ πλοῖα διαπορεύονται,
δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῷ.
Verse: 27 
πάντα πρὸς σὲ προσδοκῶσιν
δοῦναι τὴν τροϕὴν αὐτοῖς εὔκαιρον.
Verse: 28 
δόντος σου αὐτοῖς συλλέξουσιν,
ἀνοίξαντος δέ σου τὴν χεῖρα τὰ σύμπαντα πλησθήσονται χρηστότητος.
Verse: 29 
ἀποστρέψαντος δέ σου τὸ πρόσωπον ταραχθήσονται·
ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσιν
καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν.
Verse: 30 
ἐξαποστελεῖς τὸ πνεῦμά σου, καὶ κτισθήσονται,
καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.
Verse: 31 
ἤτω ἡ δόξα κυρίου εἰς τὸν αἰῶνα,
εὐϕρανθήσεται κύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ·
Verse: 32 
ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν καὶ ποιῶν αὐτὴν τρέμειν,
ὁ ἁπτόμενος τῶν ὀρέων καὶ καπνίζονται.
Verse: 33 
ᾄσω τῷ κυρίῳ ἐν τῇ ζωῇ μου,
ψαλῶ τῷ θεῷ μου, ἕως ὑπάρχω·
Verse: 34 
ἡδυνθείη αὐτῷ ἡ διαλογή μου,
ἐγὼ δὲ εὐϕρανθήσομαι ἐπὶ τῷ κυρίῳ.
Verse: 35 
ἐκλίποισαν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς
καὶ ἄνομοι ὥστε μὴ ὑπάρχειν αὐτούς.
εὐλόγει, ἡ ψυχή μου, τὸν κύριον.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.