TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 678
Previous part

Chapter: 109 
Verse: 1  Τῷ Δαυιδ ψαλμός.
Εἶπεν κύριος τῷ κυρίῳ μου Κάθου ἐκ δεξιῶν μου,
ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.
Verse: 2 
ῥάβδον δυνάμεώς σου ἐξαποστελεῖ κύριος ἐκ Σιων,
καὶ κατακυρίευε ἐν μέσῳ τῶν ἐχθρῶν σου.
Verse: 3 
μετὰ σοῦ ἀρχὴ ἐν ἡμέρᾳ τῆς δυνάμεώς σου
ἐν ταῖς λαμπρότησιν τῶν ἁγίων·
ἐκ γαστρὸς πρὸ ἑωσϕόρου ἐξεγέννησά σε.
Verse: 4 
ὤμοσεν κύριος καὶ οὐ μεταμεληθήσεται
Σὺ εἶ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδεκ.
Verse: 5 
κύριος ἐκ δεξιῶν σου συνέθλασεν ἐν ἡμέρᾳ ὀργῆς αὐτοῦ βασιλεῖς·
Verse: 6 
κρινεῖ ἐν τοῖς ἔθνεσιν, πληρώσει πτώματα,
συνθλάσει κεϕαλὰς ἐπὶ γῆς πολλῶν.
Verse: 7 
ἐκ χειμάρρου ἐν ὁδῷ πίεται·
διὰ τοῦτο ὑψώσει κεϕαλήν.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.