TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 679
Previous part

Chapter: 110 
Verse: 1  Αλληλουια.
᾽Εξομολογήσομαί σοι, κύριε, ἐν ὅλῃ καρδίᾳ μου
ἐν βουλῇ εὐθείων καὶ συναγωγῇ.
Verse: 2 
μεγάλα τὰ ἔργα κυρίου,
ἐξεζητημένα εἰς πάντα τὰ θελήματα αὐτοῦ·
Verse: 3 
ἐξομολόγησις καὶ μεγαλοπρέπεια τὸ ἔργον αὐτοῦ,
καὶ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
Verse: 4 
μνείαν ἐποιήσατο τῶν θαυμασίων αὐτοῦ,
ἐλεήμων καὶ οἰκτίρμων κύριος·
Verse: 5 
τροϕὴν ἔδωκεν τοῖς ϕοβουμένοις αὐτόν,
μνησθήσεται εἰς τὸν αἰῶνα διαθήκης αὐτοῦ.
Verse: 6 
ἰσχὺν ἔργων αὐτοῦ ἀνήγγειλεν τῷ λαῷ αὐτοῦ
τοῦ δοῦναι αὐτοῖς κληρονομίαν ἐθνῶν.
Verse: 7 
ἔργα χειρῶν αὐτοῦ ἀλήθεια καὶ κρίσις·
πισταὶ πᾶσαι αἱ ἐντολαὶ αὐτοῦ,
Verse: 8 
ἐστηριγμέναι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος,
πεποιημέναι ἐν ἀληθείᾳ καὶ εὐθύτητι.
Verse: 9 
λύτρωσιν ἀπέστειλεν τῷ λαῷ αὐτοῦ,
ἐνετείλατο εἰς τὸν αἰῶνα διαθήκην αὐτοῦ·
ἅγιον καὶ ϕοβερὸν τὸ ὄνομα αὐτοῦ.
Verse: 10 
ἀρχὴ σοϕίας ϕόβος κυρίου,
σύνεσις ἀγαθὴ πᾶσι τοῖς ποιοῦσιν αὐτήν.
αἴνεσις αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.