TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 680
Previous part

Chapter: 111 
Verse: 1  Αλληλουια.
Μακάριος ἀνὴρ ϕοβούμενος τὸν κύριον,
ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σϕόδρα·
Verse: 2 
δυνατὸν ἐν τῇ γῇ ἔσται τὸ σπέρμα αὐτοῦ,
γενεὰ εὐθείων εὐλογηθήσεται·
Verse: 3 
δόξα καὶ πλοῦτος ἐν τῷ οἴκῳ αὐτοῦ,
καὶ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
Verse: 4 
ἐξανέτειλεν ἐν σκότει ϕῶς τοῖς εὐθέσιν
ἐλεήμων καὶ οἰκτίρμων καὶ δίκαιος.
Verse: 5 
χρηστὸς ἀνὴρ οἰκτίρων καὶ κιχρῶν,
οἰκονομήσει τοὺς λόγους αὐτοῦ ἐν κρίσει·
Verse: 6 
ὅτι εἰς τὸν αἰῶνα οὐ σαλευθήσεται,
εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος.
Verse: 7 
ἀπὸ ἀκοῆς πονηρᾶς οὐ ϕοβηθήσεται·
ἑτοίμη καρδία αὐτοῦ ἐλπίζειν ἐπὶ κύριον.
Verse: 8 
ἐστήρικται καρδία αὐτοῦ, οὐ μὴ ϕοβηθῇ,
ἕως οὗ ἐπίδῃ ἐπὶ τοὺς ἐχθροὺς αὐτοῦ
Verse: 9 
ἐσκόρπισεν, ἔδωκεν τοῖς πένησιν·
δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος,
τὸ κέρας αὐτοῦ ὑψωθήσεται ἐν δόξῃ.
Verse: 10 
ἁμαρτωλὸς ὄψεται καὶ ὀργισθήσεται,
τοὺς ὀδόντας αὐτοῦ βρύξει καὶ τακήσεται·
ἐπιθυμία ἁμαρτωλῶν ἀπολεῖται.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.