TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 687
Previous part

Chapter: 118 
Verse: 1  Αλληλουια.
α' αλϕ.
Μακάριοι οἱ ἄμωμοι ἐν ὁδῷ
οἱ πορευόμενοι ἐν νόμῳ κυρίου.
Verse: 2 
μακάριοι οἱ ἐξερευνῶντες τὰ μαρτύρια αὐτοῦ·
ἐν ὅλῃ καρδίᾳ ἐκζητήσουσιν αὐτόν.
Verse: 3 
οὐ γὰρ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν
ἐν ταῖς ὁδοῖς αὐτοῦ ἐπορεύθησαν.
Verse: 4 
σὺ ἐνετείλω τὰς ἐντολάς σου
ϕυλάξασθαι σϕόδρα.
Verse: 5 
ὄϕελον κατευθυνθείησαν αἱ ὁδοί μου
τοῦ ϕυλάξασθαι τὰ δικαιώματά σου.
Verse: 6 
τότε οὐ μὴ ἐπαισχυνθῶ
ἐν τῷ με ἐπιβλέπειν ἐπὶ πάσας τὰς ἐντολάς σου.
Verse: 7 
ἐξομολογήσομαί σοι, κύριε, ἐν εὐθύτητι καρδίας
ἐν τῷ μεμαθηκέναι με τὰ κρίματα τῆς δικαιοσύνης σου.
Verse: 8 
τὰ δικαιώματά σου ϕυλάξω·
μή με ἐγκαταλίπῃς ἕως σϕόδρα.
Verse: 9 
β' βηθ.
᾽Εν τίνι κατορθώσει νεώτερος τὴν ὁδὸν αὐτοῦ;
ἐν τῷ ϕυλάσσεσθαι τοὺς λόγους σου.
Verse: 10 
ἐν ὅλῃ καρδίᾳ μου ἐξεζήτησά σε·
μὴ ἀπώσῃ με ἀπὸ τῶν ἐντολῶν σου.
Verse: 11 
ἐν τῇ καρδίᾳ μου ἔκρυψα τὰ λόγιά σου,
ὅπως ἂν μὴ ἁμάρτω σοι.
Verse: 12 
εὐλογητὸς εἶ, κύριε·
δίδαξόν με τὰ δικαιώματά σου.
Verse: 13 
ἐν τοῖς χείλεσίν μου ἐξήγγειλα
πάντα τὰ κρίματα τοῦ στόματός σου.
Verse: 14 
ἐν τῇ ὁδῷ τῶν μαρτυρίων σου ἐτέρϕθην
ὡς ἐπὶ παντὶ πλούτῳ.
Verse: 15 
ἐν ταῖς ἐντολαῖς σου ἀδολεσχήσω
καὶ κατανοήσω τὰς ὁδούς σου.
Verse: 16 
ἐν τοῖς δικαιώμασίν σου μελετήσω,
οὐκ ἐπιλήσομαι τῶν λόγων σου.
Verse: 17 
γ' γιμαλ.
᾽Ανταπόδος τῷ δούλῳ σου·
ζήσομαι καὶ ϕυλάξω τοὺς λόγους σου.
Verse: 18 
ἀποκάλυψον τοὺς ὀϕθαλμούς μου,
καὶ κατανοήσω τὰ θαυμάσιά σου ἐκ τοῦ νόμου σου.
Verse: 19 
πάροικος ἐγώ εἰμι ἐν τῇ γῇ·
μὴ ἀποκρύψῃς ἀπ' ἐμοῦ τὰς ἐντολάς σου.
Verse: 20 
ἐπεπόθησεν ψυχή μου τοῦ ἐπιθυμῆσαι
τὰ κρίματά σου ἐν παντὶ καιρῷ.
Verse: 21 
ἐπετίμησας ὑπερηϕάνοις·
ἐπικατάρατοι οἱ ἐκκλίνοντες ἀπὸ τῶν ἐντολῶν σου.
Verse: 22 
περίελε ἀπ' ἐμοῦ ὄνειδος καὶ ἐξουδένωσιν,
ὅτι τὰ μαρτύριά σου ἐξεζήτησα.
Verse: 23 
καὶ γὰρ ἐκάθισαν ἄρχοντες καὶ κατ' ἐμοῦ κατελάλουν,
δὲ δοῦλός σου ἠδολέσχει ἐν τοῖς δικαιώμασίν σου.
Verse: 24 
καὶ γὰρ τὰ μαρτύριά σου μελέτη μού ἐστιν,
καὶ αἱ συμβουλίαι μου τὰ δικαιώματά σου.
Verse: 25 
δ' δελθ.
᾽Εκολλήθη τῷ ἐδάϕει ψυχή μου
ζῆσόν με κατὰ τὸν λόγον σου.
Verse: 26 
τὰς ὁδούς μου ἐξήγγειλα, καὶ ἐπήκουσάς μου·
δίδαξόν με τὰ δικαιώματά σου.
Verse: 27 
ὁδὸν δικαιωμάτων σου συνέτισόν με,
καὶ ἀδολεσχήσω ἐν τοῖς θαυμασίοις σου.
Verse: 28 
ἔσταξεν ψυχή μου ἀπὸ ἀκηδίας·
βεβαίωσόν με ἐν τοῖς λόγοις σου.
Verse: 29 
ὁδὸν ἀδικίας ἀπόστησον ἀπ' ἐμοῦ
καὶ τῷ νόμῳ σου ἐλέησόν με.
Verse: 30 
ὁδὸν ἀληθείας ᾑρετισάμην,
τὰ κρίματά σου οὐκ ἐπελαθόμην.
Verse: 31 
ἐκολλήθην τοῖς μαρτυρίοις σου·
κύριε, μή με καταισχύνῃς.
Verse: 32 
ὁδὸν ἐντολῶν σου ἔδραμον,
ὅταν ἐπλάτυνας τὴν καρδίαν μου.
Verse: 33 
ε' η.
Νομοθέτησόν με, κύριε, τὴν ὁδὸν τῶν δικαιωμάτων σου,
καὶ ἐκζητήσω αὐτὴν διὰ παντός.
Verse: 34 
συνέτισόν με, καὶ ἐξερευνήσω τὸν νόμον σου
καὶ ϕυλάξω αὐτὸν ἐν ὅλῃ καρδίᾳ μου.
Verse: 35 
ὁδήγησόν με ἐν τρίβῳ τῶν ἐντολῶν σου,
ὅτι αὐτὴν ἠθέλησα.
Verse: 36 
κλῖνον τὴν καρδίαν μου εἰς τὰ μαρτύριά σου
καὶ μὴ εἰς πλεονεξίαν.
Verse: 37 
ἀπόστρεψον τοὺς ὀϕθαλμούς μου τοῦ μὴ ἰδεῖν ματαιότητα,
ἐν τῇ ὁδῷ σου ζῆσόν με.
Verse: 38 
στῆσον τῷ δούλῳ σου τὸ λόγιόν σου
εἰς τὸν ϕόβον σου.
Verse: 39 
περίελε τὸν ὀνειδισμόν μου, ὃν ὑπώπτευσα·
τὰ γὰρ κρίματά σου χρηστά.
Verse: 40 
ἰδοὺ ἐπεθύμησα τὰς ἐντολάς σου·
ἐν τῇ δικαιοσύνῃ σου ζῆσόν με.
Verse: 41 
Q' ουαυ.
Καὶ ἔλθοι ἐπ' ἐμὲ τὸ ἔλεός σου, κύριε,
τὸ σωτήριόν σου κατὰ τὸ λόγιόν σου.
Verse: 42 
καὶ ἀποκριθήσομαι τοῖς ὀνειδίζουσί με λόγον,
ὅτι ἤλπισα ἐπὶ τοὺς λόγους σου.
Verse: 43 
καὶ μὴ περιέλῃς ἐκ τοῦ στόματός μου λόγον ἀληθείας ἕως σϕόδρα,
ὅτι ἐπὶ τὰ κρίματά σου ἐπήλπισα.
Verse: 44 
καὶ ϕυλάξω τὸν νόμον σου διὰ παντός,
εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
Verse: 45 
καὶ ἐπορευόμην ἐν πλατυσμῷ,
ὅτι τὰς ἐντολάς σου ἐξεζήτησα.
Verse: 46 
καὶ ἐλάλουν ἐν τοῖς μαρτυρίοις σου
ἐναντίον βασιλέων καὶ οὐκ ᾐσχυνόμην.
Verse: 47 
καὶ ἐμελέτων ἐν ταῖς ἐντολαῖς σου,
αἷς ἠγάπησα σϕόδρα.
Verse: 48 
καὶ ἦρα τὰς χεῖράς μου πρὸς τὰς ἐντολάς σου, ἃς ἠγάπησα,
καὶ ἠδολέσχουν ἐν τοῖς δικαιώμασίν σου.
Verse: 49 
ζ' ζαι.
Μνήσθητι τὸν λόγον σου τῷ δούλῳ σου,
ἐπήλπισάς με.
Verse: 50 
αὕτη με παρεκάλεσεν ἐν τῇ ταπεινώσει μου,
ὅτι τὸ λόγιόν σου ἔζησέν με.
Verse: 51 
ὑπερήϕανοι παρηνόμουν ἕως σϕόδρα,
ἀπὸ δὲ τοῦ νόμου σου οὐκ ἐξέκλινα.
Verse: 52 
ἐμνήσθην τῶν κριμάτων σου ἀπ' αἰῶνος, κύριε,
καὶ παρεκλήθην.
Verse: 53 
ἀθυμία κατέσχεν με ἀπὸ ἁμαρτωλῶν
τῶν ἐγκαταλιμπανόντων τὸν νόμον σου.
Verse: 54 
ψαλτὰ ἦσάν μοι τὰ δικαιώματά σου
ἐν τόπῳ παροικίας μου.
Verse: 55 
ἐμνήσθην ἐν νυκτὶ τοῦ ὀνόματός σου, κύριε,
καὶ ἐϕύλαξα τὸν νόμον σου.
Verse: 56 
αὕτη ἐγενήθη μοι,
ὅτι τὰ δικαιώματά σου ἐξεζήτησα.
Verse: 57 
η' ηθ.
Μερίς μου κύριε,
εἶπα ϕυλάξασθαι τὸν νόμον σου.
Verse: 58 
ἐδεήθην τοῦ προσώπου σου ἐν ὅλῃ καρδίᾳ μου·
ἐλέησόν με κατὰ τὸ λόγιόν σου.
Verse: 59 
διελογισάμην τὰς ὁδούς σου
καὶ ἐπέστρεψα τοὺς πόδας μου εἰς τὰ μαρτύριά σου.
Verse: 60 
ἡτοιμάσθην καὶ οὐκ ἐταράχθην
τοῦ ϕυλάξασθαι τὰς ἐντολάς σου.
Verse: 61 
σχοινία ἁμαρτωλῶν περιεπλάκησάν μοι,
καὶ τοῦ νόμου σου οὐκ ἐπελαθόμην.
Verse: 62 
μεσονύκτιον ἐξηγειρόμην τοῦ ἐξομολογεῖσθαί σοι
ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου.
Verse: 63 
μέτοχος ἐγώ εἰμι πάντων τῶν ϕοβουμένων σε
καὶ τῶν ϕυλασσόντων τὰς ἐντολάς σου.
Verse: 64 
τοῦ ἐλέους σου, κύριε, πλήρης γῆ·
τὰ δικαιώματά σου δίδαξόν με.
Verse: 65 
θ' τηθ.
Χρηστότητα ἐποίησας μετὰ τοῦ δούλου σου,
κύριε, κατὰ τὸν λόγον σου.
Verse: 66 
χρηστότητα καὶ παιδείαν καὶ γνῶσιν δίδαξόν με,
ὅτι ταῖς ἐντολαῖς σου ἐπίστευσα.
Verse: 67 
πρὸ τοῦ με ταπεινωθῆναι ἐγὼ ἐπλημμέλησα,
διὰ τοῦτο τὸ λόγιόν σου ἐϕύλαξα.
Verse: 68 
χρηστὸς εἶ σύ, κύριε, καὶ ἐν τῇ χρηστότητί σου
δίδαξόν με τὰ δικαιώματά σου.
Verse: 69 
ἐπληθύνθη ἐπ' ἐμὲ ἀδικία ὑπερηϕάνων,
ἐγὼ δὲ ἐν ὅλῃ καρδίᾳ μου ἐξερευνήσω τὰς ἐντολάς σου.
Verse: 70 
ἐτυρώθη ὡς γάλα καρδία αὐτῶν,
ἐγὼ δὲ τὸν νόμον σου ἐμελέτησα.
Verse: 71 
ἀγαθόν μοι ὅτι ἐταπείνωσάς με,
ὅπως ἂν μάθω τὰ δικαιώματά σου.
Verse: 72 
ἀγαθόν μοι νόμος τοῦ στόματός σου
ὑπὲρ χιλιάδας χρυσίου καὶ ἀργυρίου.
Verse: 73 
ι' ιωθ.
Αἱ χεῖρές σου ἐποίησάν με καὶ ἔπλασάν με·
συνέτισόν με, καὶ μαθήσομαι τὰς ἐντολάς σου.
Verse: 74 
οἱ ϕοβούμενοί σε ὄψονταί με καὶ εὐϕρανθήσονται,
ὅτι εἰς τοὺς λόγους σου ἐπήλπισα.
Verse: 75 
ἔγνων, κύριε, ὅτι δικαιοσύνη τὰ κρίματά σου,
καὶ ἀληθείᾳ ἐταπείνωσάς με.
Verse: 76 
γενηθήτω δὴ τὸ ἔλεός σου τοῦ παρακαλέσαι με
κατὰ τὸ λόγιόν σου τῷ δούλῳ σου.
Verse: 77 
ἐλθέτωσάν μοι οἱ οἰκτιρμοί σου, καὶ ζήσομαι,
ὅτι νόμος σου μελέτη μού ἐστιν.
Verse: 78 
αἰσχυνθήτωσαν ὑπερήϕανοι, ὅτι ἀδίκως ἠνόμησαν εἰς ἐμέ·
ἐγὼ δὲ ἀδολεσχήσω ἐν ταῖς ἐντολαῖς σου.
Verse: 79 
ἐπιστρεψάτωσάν μοι οἱ ϕοβούμενοί σε
καὶ οἱ γινώσκοντες τὰ μαρτύριά σου.
Verse: 80 
γενηθήτω καρδία μου ἄμωμος ἐν τοῖς δικαιώμασίν σου,
ὅπως ἂν μὴ αἰσχυνθῶ.
Verse: 81 
ια' χαϕ.
᾽Εκλείπει εἰς τὸ σωτήριόν σου ψυχή μου,
καὶ εἰς τὸν λόγον σου ἐπήλπισα.
Verse: 82 
ἐξέλιπον οἱ ὀϕθαλμοί μου εἰς τὸ λόγιόν σου
λέγοντες Πότε παρακαλέσεις με;
Verse: 83 
ὅτι ἐγενήθην ὡς ἀσκὸς ἐν πάχνῃ·
τὰ δικαιώματά σου οὐκ ἐπελαθόμην.
Verse: 84 
πόσαι εἰσὶν αἱ ἡμέραι τοῦ δούλου σου;
πότε ποιήσεις μοι ἐκ τῶν καταδιωκόντων με κρίσιν;
Verse: 85 
διηγήσαντό μοι παράνομοι ἀδολεσχίας,
ἀλλ' οὐχ ὡς νόμος σου, κύριε.
Verse: 86 
πᾶσαι αἱ ἐντολαί σου ἀλήθεια·
ἀδίκως κατεδίωξάν με, βοήθησόν μοι.
Verse: 87 
παρὰ βραχὺ συνετέλεσάν με ἐν τῇ γῇ,
ἐγὼ δὲ οὐκ ἐγκατέλιπον τὰς ἐντολάς σου.
Verse: 88 
κατὰ τὸ ἔλεός σου ζῆσόν με,
καὶ ϕυλάξω τὰ μαρτύρια τοῦ στόματός σου.
Verse: 89 
ιβ' λαβδ.
Εἰς τὸν αἰῶνα, κύριε,
λόγος σου διαμένει ἐν τῷ οὐρανῷ.
Verse: 90 
εἰς γενεὰν καὶ γενεὰν ἀλήθειά σου·
ἐθεμελίωσας τὴν γῆν, καὶ διαμένει.
Verse: 91 
τῇ διατάξει σου διαμένει ἡμέρα,
ὅτι τὰ σύμπαντα δοῦλα σά.
Verse: 92 
εἰ μὴ ὅτι νόμος σου μελέτη μού ἐστιν,
τότε ἂν ἀπωλόμην ἐν τῇ ταπεινώσει μου.
Verse: 93 
εἰς τὸν αἰῶνα οὐ μὴ ἐπιλάθωμαι τῶν δικαιωμάτων σου
ὅτι ἐν αὐτοῖς ἔζησάς με, κύριε.
Verse: 94 
σός εἰμι ἐγώ, σῶσόν με,
ὅτι τὰ δικαιώματά σου ἐξεζήτησα.
Verse: 95 
ἐμὲ ὑπέμειναν ἁμαρτωλοὶ τοῦ ἀπολέσαι με·
τὰ μαρτύριά σου συνῆκα.
Verse: 96 
πάσης συντελείας εἶδον πέρας·
πλατεῖα ἐντολή σου σϕόδρα.
Verse: 97 
ιγ' μημ.
῾Ως ἠγάπησα τὸν νόμον σου, κύριε·
ὅλην τὴν ἡμέραν μελέτη μού ἐστιν.
Verse: 98 
ὑπὲρ τοὺς ἐχθρούς μου ἐσόϕισάς με τὴν ἐντολήν σου,
ὅτι εἰς τὸν αἰῶνά μοί ἐστιν.
Verse: 99 
ὑπὲρ πάντας τοὺς διδάσκοντάς με συνῆκα,
ὅτι τὰ μαρτύριά σου μελέτη μού ἐστιν.
Verse: 100 
ὑπὲρ πρεσβυτέρους συνῆκα,
ὅτι τὰς ἐντολάς σου ἐξεζήτησα.
Verse: 101 
ἐκ πάσης ὁδοῦ πονηρᾶς ἐκώλυσα τοὺς πόδας μου,
ὅπως ἂν ϕυλάξω τοὺς λόγους σου.
Verse: 102 
ἀπὸ τῶν κριμάτων σου οὐκ ἐξέκλινα,
ὅτι σὺ ἐνομοθέτησάς μοι.
Verse: 103 
ὡς γλυκέα τῷ λάρυγγί μου τὰ λόγιά σου,
ὑπὲρ μέλι καὶ κηρίον τῷ στόματί μου.
Verse: 104 
ἀπὸ τῶν ἐντολῶν σου συνῆκα·
διὰ τοῦτο ἐμίσησα πᾶσαν ὁδὸν ἀδικίας.
[ὅτι σὺ ἐνομοθέτησάς μοι.]
Verse: 105 
ιδ' νουν.
Λύχνος τοῖς ποσίν μου λόγος σου
καὶ ϕῶς ταῖς τρίβοις μου.
Verse: 106 
ὀμώμοκα καὶ ἔστησα
τοῦ ϕυλάξασθαι τὰ κρίματα τῆς δικαιοσύνης σου.
Verse: 107 
ἐταπεινώθην ἕως σϕόδρα·
κύριε, ζῆσόν με κατὰ τὸν λόγον σου.
Verse: 108 
τὰ ἑκούσια τοῦ στόματός μου εὐδόκησον δή, κύριε,
καὶ τὰ κρίματά σου δίδαξόν με.
Verse: 109 
ψυχή μου ἐν ταῖς χερσίν μου διὰ παντός,
καὶ τοῦ νόμου σου οὐκ ἐπελαθόμην
Verse: 110 
ἔθεντο ἁμαρτωλοὶ παγίδα μοι,
καὶ ἐκ τῶν ἐντολῶν σου οὐκ ἐπλανήθην.
Verse: 111 
ἐκληρονόμησα τὰ μαρτύριά σου εἰς τὸν αἰῶνα,
ὅτι ἀγαλλίαμα τῆς καρδίας μού εἰσιν.
Verse: 112 
ἔκλινα τὴν καρδίαν μου τοῦ ποιῆσαι τὰ δικαιώματά σου
εἰς τὸν αἰῶνα δι' ἀντάμειψιν.
Verse: 113 
ιε' σαμχ.
Παρανόμους ἐμίσησα
καὶ τὸν νόμον σου ἠγάπησα.
Verse: 114 
βοηθός μου καὶ ἀντιλήμπτωρ μου εἶ σύ·
εἰς τὸν λόγον σου ἐπήλπισα.
Verse: 115 
ἐκκλίνατε ἀπ' ἐμοῦ, πονηρευόμενοι,
καὶ ἐξερευνήσω τὰς ἐντολὰς τοῦ θεοῦ μου.
Verse: 116 
ἀντιλαβοῦ μου κατὰ τὸ λόγιόν σου, καὶ ζήσομαι,
καὶ μὴ καταισχύνῃς με ἀπὸ τῆς προσδοκίας μου.
Verse: 117 
βοήθησόν μοι, καὶ σωθήσομαι
καὶ μελετήσω ἐν τοῖς δικαιώμασίν σου διὰ παντός.
Verse: 118 
ἐξουδένωσας πάντας τοὺς ἀποστατοῦντας ἀπὸ τῶν δικαιωμάτων σου,
ὅτι ἄδικον τὸ ἐνθύμημα αὐτῶν.
Verse: 119 
παραβαίνοντας ἐλογισάμην πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς·
διὰ τοῦτο ἠγάπησα τὰ μαρτύριά σου διὰ παντός.
Verse: 120 
καθήλωσον ἐκ τοῦ ϕόβου σου τὰς σάρκας μου·
ἀπὸ γὰρ τῶν κριμάτων σου ἐϕοβήθην.
Verse: 121 
ιQ' αιν.
᾽Εποίησα κρίμα καὶ δικαιοσύνην·
μὴ παραδῷς με τοῖς ἀδικοῦσίν με.
Verse: 122 
ἔκδεξαι τὸν δοῦλόν σου εἰς ἀγαθόν·
μὴ συκοϕαντησάτωσάν με ὑπερήϕανοι.
Verse: 123 
οἱ ὀϕθαλμοί μου ἐξέλιπον εἰς τὸ σωτήριόν σου
καὶ εἰς τὸ λόγιον τῆς δικαιοσύνης σου.
Verse: 124 
ποίησον μετὰ τοῦ δούλου σου κατὰ τὸ ἔλεός σου
καὶ τὰ δικαιώματά σου δίδαξόν με.
Verse: 125 
δοῦλός σού εἰμι ἐγώ· συνέτισόν με,
καὶ γνώσομαι τὰ μαρτύριά σου.
Verse: 126 
καιρὸς τοῦ ποιῆσαι τῷ κυρίῳ·
διεσκέδασαν τὸν νόμον σου.
Verse: 127 
διὰ τοῦτο ἠγάπησα τὰς ἐντολάς σου
ὑπὲρ χρυσίον καὶ τοπάζιον.
Verse: 128 
διὰ τοῦτο πρὸς πάσας τὰς ἐντολάς σου κατωρθούμην,
πᾶσαν ὁδὸν ἄδικον ἐμίσησα.
Verse: 129 
ιζ' ϕη.
Θαυμαστὰ τὰ μαρτύριά σου·
διὰ τοῦτο ἐξηρεύνησεν αὐτὰ ψυχή μου.
Verse: 130 
δήλωσις τῶν λόγων σου ϕωτιεῖ
καὶ συνετιεῖ νηπίους.
Verse: 131 
τὸ στόμα μου ἤνοιξα καὶ εἵλκυσα πνεῦμα,
ὅτι τὰς ἐντολάς σου ἐπεπόθουν.
Verse: 132 
ἐπίβλεψον ἐπ' ἐμὲ καὶ ἐλέησόν με
κατὰ τὸ κρίμα τῶν ἀγαπώντων τὸ ὄνομά σου.
Verse: 133 
τὰ διαβήματά μου κατεύθυνον κατὰ τὸ λόγιόν σου,
καὶ μὴ κατακυριευσάτω μου πᾶσα ἀνομία.
Verse: 134 
λύτρωσαί με ἀπὸ συκοϕαντίας ἀνθρώπων,
καὶ ϕυλάξω τὰς ἐντολάς σου.
Verse: 135 
τὸ πρόσωπόν σου ἐπίϕανον ἐπὶ τὸν δοῦλόν σου
καὶ δίδαξόν με τὰ δικαιώματά σου.
Verse: 136 
διεξόδους ὑδάτων κατέβησαν οἱ ὀϕθαλμοί μου,
ἐπεὶ οὐκ ἐϕύλαξαν τὸν νόμον σου.
Verse: 137 
ιη' σαδη.
Δίκαιος εἶ, κύριε,
καὶ εὐθὴς κρίσις σου.
Verse: 138 
ἐνετείλω δικαιοσύνην τὰ μαρτύριά σου
καὶ ἀλήθειαν σϕόδρα.
Verse: 139 
ἐξέτηξέν με ζῆλος τοῦ οἴκου σου,
ὅτι ἐπελάθοντο τῶν λόγων σου οἱ ἐχθροί μου.
Verse: 140 
πεπυρωμένον τὸ λόγιόν σου σϕόδρα,
καὶ δοῦλός σου ἠγάπησεν αὐτό.
Verse: 141 
νεώτερός εἰμι ἐγὼ καὶ ἐξουδενωμένος·
τὰ δικαιώματά σου οὐκ ἐπελαθόμην.
Verse: 142 
δικαιοσύνη σου δικαιοσύνη εἰς τὸν αἰῶνα,
καὶ νόμος σου ἀλήθεια.
Verse: 143 
θλῖψις καὶ ἀνάγκη εὕροσάν με·
αἱ ἐντολαί σου μελέτη μου.
Verse: 144 
δικαιοσύνη τὰ μαρτύριά σου εἰς τὸν αἰῶνα·
συνέτισόν με, καὶ ζήσομαι.
Verse: 145 
ιθ' κωϕ.
᾽Εκέκραξα ἐν ὅλῃ καρδίᾳ μου· ἐπάκουσόν μου, κύριε·
τὰ δικαιώματά σου ἐκζητήσω.
Verse: 146 
ἐκέκραξά σε· σῶσόν με,
καὶ ϕυλάξω τὰ μαρτύριά σου.
Verse: 147 
προέϕθασα ἐν ἀωρίᾳ καὶ ἐκέκραξα,
εἰς τοὺς λόγους σου ἐπήλπισα.
Verse: 148 
προέϕθασαν οἱ ὀϕθαλμοί μου πρὸς ὄρθρον
τοῦ μελετᾶν τὰ λόγιά σου.
Verse: 149 
τῆς ϕωνῆς μου ἄκουσον, κύριε, κατὰ τὸ ἔλεός σου,
κατὰ τὸ κρίμα σου ζῆσόν με.
Verse: 150 
προσήγγισαν οἱ καταδιώκοντές με ἀνομίᾳ,
ἀπὸ δὲ τοῦ νόμου σου ἐμακρύνθησαν.
Verse: 151 
ἐγγὺς εἶ σύ, κύριε,
καὶ πᾶσαι αἱ ἐντολαί σου ἀλήθεια.
Verse: 152 
κατ' ἀρχὰς ἔγνων ἐκ τῶν μαρτυρίων σου,
ὅτι εἰς τὸν αἰῶνα ἐθεμελίωσας αὐτά.
Verse: 153 
κ' ρης.
᾽Ιδὲ τὴν ταπείνωσίν μου καὶ ἐξελοῦ με,
ὅτι τὸν νόμον σου οὐκ ἐπελαθόμην.
Verse: 154 
κρῖνον τὴν κρίσιν μου καὶ λύτρωσαί με·
διὰ τὸν λόγον σου ζῆσόν με.
Verse: 155 
μακρὰν ἀπὸ ἁμαρτωλῶν σωτηρία,
ὅτι τὰ δικαιώματά σου οὐκ ἐξεζήτησαν.
Verse: 156 
οἱ οἰκτιρμοί σου πολλοί, κύριε·
κατὰ τὸ κρίμα σου ζῆσόν με.
Verse: 157 
πολλοὶ οἱ ἐκδιώκοντές με καὶ ἐκθλίβοντές με·
ἐκ τῶν μαρτυρίων σου οὐκ ἐξέκλινα.
Verse: 158 
εἶδον ἀσυνθετοῦντας καὶ ἐξετηκόμην,
ὅτι τὰ λόγιά σου οὐκ ἐϕυλάξαντο.
Verse: 159 
ἰδὲ ὅτι τὰς ἐντολάς σου ἠγάπησα·
κύριε, ἐν τῷ ἐλέει σου ζῆσόν με.
Verse: 160 
ἀρχὴ τῶν λόγων σου ἀλήθεια,
καὶ εἰς τὸν αἰῶνα πάντα τὰ κρίματα τῆς δικαιοσύνης σου.
Verse: 161 
κα' σεν.
῎Αρχοντες κατεδίωξάν με δωρεάν,
καὶ ἀπὸ τῶν λόγων σου ἐδειλίασεν καρδία μου.
Verse: 162 
ἀγαλλιάσομαι ἐγὼ ἐπὶ τὰ λόγιά σου
ὡς εὑρίσκων σκῦλα πολλά.
Verse: 163 
ἀδικίαν ἐμίσησα καὶ ἐβδελυξάμην,
τὸν δὲ νόμον σου ἠγάπησα.
Verse: 164 
ἑπτάκις τῆς ἡμέρας ᾔνεσά σοι
ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου.
Verse: 165 
εἰρήνη πολλὴ τοῖς ἀγαπῶσιν τὸν νόμον σου,
καὶ οὐκ ἔστιν αὐτοῖς σκάνδαλον.
Verse: 166 
προσεδόκων τὸ σωτήριόν σου, κύριε,
καὶ τὰς ἐντολάς σου ἠγάπησα.
Verse: 167 
ἐϕύλαξεν ψυχή μου τὰ μαρτύριά σου
καὶ ἠγάπησεν αὐτὰ σϕόδρα.
Verse: 168 
ἐϕύλαξα τὰς ἐντολάς σου καὶ τὰ μαρτύριά σου,
ὅτι πᾶσαι αἱ ὁδοί μου ἐναντίον σου, κύριε.
Verse: 169 
κβ' θαυ.
᾽Εγγισάτω δέησίς μου ἐνώπιόν σου, κύριε·
κατὰ τὸ λόγιόν σου συνέτισόν με.
Verse: 170 
εἰσέλθοι τὸ ἀξίωμά μου ἐνώπιόν σου·
κατὰ τὸ λόγιόν σου ῥῦσαί με.
Verse: 171 
ἐξερεύξαιντο τὰ χείλη μου ὕμνον,
ὅταν διδάξῃς με τὰ δικαιώματά σου.
Verse: 172 
ϕθέγξαιτο γλῶσσά μου τὸ λόγιόν σου,
ὅτι πᾶσαι αἱ ἐντολαί σου δικαιοσύνη.
Verse: 173 
γενέσθω χείρ σου τοῦ σῶσαί με,
ὅτι τὰς ἐντολάς σου ᾑρετισάμην.
Verse: 174 
ἐπεπόθησα τὸ σωτήριόν σου, κύριε,
καὶ νόμος σου μελέτη μού ἐστιν.
Verse: 175 
ζήσεται ψυχή μου καὶ αἰνέσει σε,
καὶ τὰ κρίματά σου βοηθήσει μοι.
Verse: 176 
ἐπλανήθην ὡς πρόβατον ἀπολωλός·
ζήτησον τὸν δοῦλόν σου, ὅτι τὰς ἐντολάς σου οὐκ ἐπελαθόμην.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.