TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 688
Previous part

Chapter: 119 
Verse: 1  ᾽Ωιδὴ τῶν ἀναβαθμῶν.
Πρὸς κύριον ἐν τῷ θλίβεσθαί με
ἐκέκραξα, καὶ εἰσήκουσέν μου.
Verse: 2 
κύριε, ῥῦσαι τὴν ψυχήν μου ἀπὸ χειλέων ἀδίκων
καὶ ἀπὸ γλώσσης δολίας.
Verse: 3 
τί δοθείη σοι καὶ τί προστεθείη σοι
πρὸς γλῶσσαν δολίαν;
Verse: 4 
τὰ βέλη τοῦ δυνατοῦ ἠκονημένα
σὺν τοῖς ἄνθραξιν τοῖς ἐρημικοῖς.
Verse: 5 
οἴμμοι, ὅτι παροικία μου ἐμακρύνθη,
κατεσκήνωσα μετὰ τῶν σκηνωμάτων Κηδαρ.
Verse: 6 
πολλὰ παρῴκησεν ψυχή μου.
Verse: 7 
μετὰ τῶν μισούντων τὴν εἰρήνην ἤμην εἰρηνικός·
ὅταν ἐλάλουν αὐτοῖς, ἐπολέμουν με δωρεάν.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.