TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 689
Previous part

Chapter: 120 
Verse: 1  ᾽Ωιδὴ τῶν ἀναβαθμῶν.
῏Ηρα τοὺς ὀϕθαλμούς μου εἰς τὰ ὄρη
Πόθεν ἥξει βοήθειά μου;
Verse: 2 
βοήθειά μου παρὰ κυρίου
τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν.
Verse: 3 
μὴ δῷς εἰς σάλον τὸν πόδα σου,
μηδὲ νυστάξῃ ϕυλάσσων σε.
Verse: 4 
ἰδοὺ οὐ νυστάξει οὐδὲ ὑπνώσει
ϕυλάσσων τὸν Ισραηλ.
Verse: 5 
κύριος ϕυλάξει σε,
κύριος σκέπη σου ἐπὶ χεῖρα δεξιάν σου·
Verse: 6 
ἡμέρας ἥλιος οὐ συγκαύσει σε
οὐδὲ σελήνη τὴν νύκτα.
Verse: 7 
κύριος ϕυλάξει σε ἀπὸ παντὸς κακοῦ,
ϕυλάξει τὴν ψυχήν σου.
Verse: 8 
κύριος ϕυλάξει τὴν εἴσοδόν σου καὶ τὴν ἔξοδόν σου
ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.