TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 690
Previous part

Chapter: 121 
Verse: 1  ᾽Ωιδὴ τῶν ἀναβαθμῶν.
Εὐϕράνθην ἐπὶ τοῖς εἰρηκόσιν μοι
Εἰς οἶκον κυρίου πορευσόμεθα.
Verse: 2 
ἑστῶτες ἦσαν οἱ πόδες ἡμῶν
ἐν ταῖς αὐλαῖς σου, Ιερουσαλημ.
Verse: 3 
Ιερουσαλημ οἰκοδομουμένη ὡς πόλις
ἧς μετοχὴ αὐτῆς ἐπὶ τὸ αὐτό.
Verse: 4 
ἐκεῖ γὰρ ἀνέβησαν αἱ ϕυλαί,
ϕυλαὶ κυρίου μαρτύριον τῷ Ισραηλ
τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματι κυρίου·
Verse: 5 
ὅτι ἐκεῖ ἐκάθισαν θρόνοι εἰς κρίσιν,
θρόνοι ἐπὶ οἶκον Δαυιδ.
Verse: 6 
ἐρωτήσατε δὴ τὰ εἰς εἰρήνην τὴν Ιερουσαλημ,
καὶ εὐθηνία τοῖς ἀγαπῶσίν σε·
Verse: 7 
γενέσθω δὴ εἰρήνη ἐν τῇ δυνάμει σου
καὶ εὐθηνία ἐν ταῖς πυργοβάρεσίν σου.
Verse: 8 
ἕνεκα τῶν ἀδελϕῶν μου καὶ τῶν πλησίον μου
ἐλάλουν δὴ εἰρήνην περὶ σοῦ·
Verse: 9 
ἕνεκα τοῦ οἴκου κυρίου τοῦ θεοῦ ἡμῶν
ἐξεζήτησα ἀγαθά σοι.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.