TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 691
Previous part

Chapter: 122 
Verse: 1  ᾽Ωιδὴ τῶν ἀναβαθμῶν.
Πρὸς σὲ ἦρα τοὺς ὀϕθαλμούς μου
τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ.
Verse: 2 
ἰδοὺ ὡς ὀϕθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν,
ὡς ὀϕθαλμοὶ παιδίσκης εἰς χεῖρας τῆς κυρίας αὐτῆς,
οὕτως οἱ ὀϕθαλμοὶ ἡμῶν πρὸς κύριον τὸν θεὸν ἡμῶν,
ἕως οὗ οἰκτιρήσαι ἡμᾶς.
Verse: 3 
ἐλέησον ἡμᾶς, κύριε, ἐλέησον ἡμᾶς,
ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως,
Verse: 4 
ἐπὶ πλεῖον ἐπλήσθη ψυχὴ ἡμῶν.
τὸ ὄνειδος τοῖς εὐθηνοῦσιν,
καὶ ἐξουδένωσις τοῖς ὑπερηϕάνοις.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.