TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 693
Previous part

Chapter: 124 
Verse: 1  ᾽Ωιδὴ τῶν ἀναβαθμῶν.
Οἱ πεποιθότες ἐπὶ κύριον ὡς ὄρος Σιων·
οὐ σαλευθήσεται εἰς τὸν αἰῶνα κατοικῶν Ιερουσαλημ.
Verse: 2 
ὄρη κύκλῳ αὐτῆς,
καὶ κύριος κύκλῳ τοῦ λαοῦ αὐτοῦ
ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος.
Verse: 3 
ὅτι οὐκ ἀϕήσει τὴν ῥάβδον τῶν ἁμαρτωλῶν
ἐπὶ τὸν κλῆρον τῶν δικαίων,
ὅπως ἂν μὴ ἐκτείνωσιν οἱ δίκαιοι
ἐν ἀνομίᾳ χεῖρας αὐτῶν.
Verse: 4 
ἀγάθυνον, κύριε, τοῖς ἀγαθοῖς
καὶ τοῖς εὐθέσι τῇ καρδίᾳ·
Verse: 5 
τοὺς δὲ ἐκκλίνοντας εἰς τὰς στραγγαλιὰς
ἀπάξει κύριος μετὰ τῶν ἐργαζομένων τὴν ἀνομίαν.
εἰρήνη ἐπὶ τὸν Ισραηλ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.