TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 694
Previous part

Chapter: 125 
Verse: 1  ᾽Ωιδὴ τῶν ἀναβαθμῶν.
᾽Εν τῷ ἐπιστρέψαι κύριον τὴν αἰχμαλωσίαν Σιων
ἐγενήθημεν ὡς παρακεκλημένοι.
Verse: 2 
τότε ἐπλήσθη χαρᾶς τὸ στόμα ἡμῶν
καὶ γλῶσσα ἡμῶν ἀγαλλιάσεως.
τότε ἐροῦσιν ἐν τοῖς ἔθνεσιν
᾽Εμεγάλυνεν κύριος τοῦ ποιῆσαι μετ' αὐτῶν.
Verse: 3 
ἐμεγάλυνεν κύριος τοῦ ποιῆσαι μεθ' ἡμῶν,
ἐγενήθημεν εὐϕραινόμενοι.
Verse: 4 
ἐπίστρεψον, κύριε, τὴν αἰχμαλωσίαν ἡμῶν
ὡς χειμάρρους ἐν τῷ νότῳ.
Verse: 5 
οἱ σπείροντες ἐν δάκρυσιν
ἐν ἀγαλλιάσει θεριοῦσιν.
Verse: 6 
πορευόμενοι ἐπορεύοντο καὶ ἔκλαιον
αἴροντες τὰ σπέρματα αὐτῶν·
ἐρχόμενοι δὲ ἥξουσιν ἐν ἀγαλλιάσει
αἴροντες τὰ δράγματα αὐτῶν.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.