TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 695
Previous part

Chapter: 126 
Verse: 1  ᾽Ωιδὴ τῶν ἀναβαθμῶν· τῷ Σαλωμων.
᾽Εὰν μὴ κύριος οἰκοδομήσῃ οἶκον,
εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες αὐτόν·
ἐὰν μὴ κύριος ϕυλάξῃ πόλιν,
εἰς μάτην ἠγρύπνησεν ϕυλάσσων.
Verse: 2 
εἰς μάτην ὑμῖν ἐστιν τοῦ ὀρθρίζειν,
ἐγείρεσθαι μετὰ τὸ καθῆσθαι,
οἱ ἔσθοντες ἄρτον ὀδύνης,
ὅταν δῷ τοῖς ἀγαπητοῖς αὐτοῦ ὕπνον.
Verse: 3 
ἰδοὺ κληρονομία κυρίου υἱοί,
μισθὸς τοῦ καρποῦ τῆς γαστρός.
Verse: 4 
ὡσεὶ βέλη ἐν χειρὶ δυνατοῦ,
οὕτως οἱ υἱοὶ τῶν ἐκτετιναγμένων.
Verse: 5 
μακάριος ἄνθρωπος, ὃς πληρώσει τὴν ἐπιθυμίαν αὐτοῦ ἐξ αὐτῶν·
οὐ καταισχυνθήσονται, ὅταν λαλῶσι τοῖς ἐχθροῖς αὐτῶν ἐν πύλῃ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.