TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 696
Previous part

Chapter: 127 
Verse: 1  ᾽Ωιδὴ τῶν ἀναβαθμῶν.
Μακάριοι πάντες οἱ ϕοβούμενοι τὸν κύριον
οἱ πορευόμενοι ἐν ταῖς ὁδοῖς αὐτοῦ.
Verse: 2 
τοὺς πόνους τῶν καρπῶν σου ϕάγεσαι·
μακάριος εἶ, καὶ καλῶς σοι ἔσται.
Verse: 3 
γυνή σου ὡς ἄμπελος εὐθηνοῦσα
ἐν τοῖς κλίτεσι τῆς οἰκίας σου·
οἱ υἱοί σου ὡς νεόϕυτα ἐλαιῶν
κύκλῳ τῆς τραπέζης σου.
Verse: 4 
ἰδοὺ οὕτως εὐλογηθήσεται ἄνθρωπος ϕοβούμενος τὸν κύριον.
Verse: 5 
εὐλογήσαι σε κύριος ἐκ Σιων,
καὶ ἴδοις τὰ ἀγαθὰ Ιερουσαλημ
πάσας τὰς ἡμέρας τῆς ζωῆς σου·
Verse: 6 
καὶ ἴδοις υἱοὺς τῶν υἱῶν σου.
εἰρήνη ἐπὶ τὸν Ισραηλ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.