TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 698
Previous part

Chapter: 129 
Verse: 1  ᾽Ωιδὴ τῶν ἀναβαθμῶν.
᾽Εκ βαθέων ἐκέκραξά σε, κύριε·
Verse: 2 
κύριε, εἰσάκουσον τῆς ϕωνῆς μου·
γενηθήτω τὰ ὦτά σου προσέχοντα
εἰς τὴν ϕωνὴν τῆς δεήσεώς μου.
Verse: 3 
ἐὰν ἀνομίας παρατηρήσῃ, κύριε,
κύριε, τίς ὑποστήσεται;
Verse: 4 
ὅτι παρὰ σοὶ ἱλασμός ἐστιν.
Verse: 5 
ἕνεκεν τοῦ νόμου σου ὑπέμεινά σε, κύριε,
ὑπέμεινεν ψυχή μου εἰς τὸν λόγον σου.
Verse: 6 
ἤλπισεν ψυχή μου ἐπὶ τὸν κύριον
ἀπὸ ϕυλακῆς πρωίας μέχρι νυκτός·
ἀπὸ ϕυλακῆς πρωίας ἐλπισάτω Ισραηλ ἐπὶ τὸν κύριον.
Verse: 7 
ὅτι παρὰ τῷ κυρίῳ τὸ ἔλεος,
καὶ πολλὴ παρ' αὐτῷ λύτρωσις,
Verse: 8 
καὶ αὐτὸς λυτρώσεται τὸν Ισραηλ
ἐκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.