TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 699
Previous part

Chapter: 130 
Verse: 1  ᾽Ωιδὴ τῶν ἀναβαθμῶν· τῷ Δαυιδ.
Κύριε, οὐχ ὑψώθη μου καρδία,
οὐδὲ ἐμετεωρίσθησαν οἱ ὀϕθαλμοί μου,
οὐδὲ ἐπορεύθην ἐν μεγάλοις
οὐδὲ ἐν θαυμασίοις ὑπὲρ ἐμέ.
Verse: 2 
εἰ μὴ ἐταπεινοϕρόνουν,
ἀλλὰ ὕψωσα τὴν ψυχήν μου
ὡς τὸ ἀπογεγαλακτισμένον ἐπὶ τὴν μητέρα αὐτοῦ,
ὡς ἀνταπόδοσις ἐπὶ τὴν ψυχήν μου.
Verse: 3 
ἐλπισάτω Ισραηλ ἐπὶ τὸν κύριον
ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.