TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 700
Chapter: 131
Verse: 1
᾽Ωιδὴ
τῶν
ἀναβαθμῶν
.
Μνήσθητι
,
κύριε
,
τοῦ
Δαυιδ
καὶ
πάσης
τῆς
πραύτητος
αὐτοῦ
,
Verse: 2
ὡς
ὤμοσεν
τῷ
κυρίῳ
,
ηὔξατο
τῷ
θεῷ
Ιακωβ
Verse: 3
Εἰ
εἰσελεύσομαι
εἰς
σκήνωμα
οἴκου
μου
,
εἰ
ἀναβήσομαι
ἐπὶ
κλίνης
στρωμνῆς
μου
,
Verse: 4
εἰ
δώσω
ὕπνον
τοῖς
ὀϕθαλμοῖς
μου
καὶ
τοῖς
βλεϕάροις
μου
νυσταγμὸν
καὶ
ἀνάπαυσιν
τοῖς
κροτάϕοις
μου
,
Verse: 5
ἕως
οὗ
εὕρω
τόπον
τῷ
κυρίῳ
,
σκήνωμα
τῷ
θεῷ
Ιακωβ
.
Verse: 6
ἰδοὺ
ἠκούσαμεν
αὐτὴν
ἐν
Εϕραθα
,
εὕρομεν
αὐτὴν
ἐν
τοῖς
πεδίοις
τοῦ
δρυμοῦ
·
Verse: 7
εἰσελευσόμεθα
εἰς
τὰ
σκηνώματα
αὐτοῦ
,
προσκυνήσομεν
εἰς
τὸν
τόπον
,
οὗ
ἔστησαν
οἱ
πόδες
αὐτοῦ
.
Verse: 8
ἀνάστηθι
,
κύριε
,
εἰς
τὴν
ἀνάπαυσίν
σου
,
σὺ
καὶ
ἡ
κιβωτὸς
τοῦ
ἁγιάσματός
σου
·
Verse: 9
οἱ
ἱερεῖς
σου
ἐνδύσονται
δικαιοσύνην
,
καὶ
οἱ
ὅσιοί
σου
ἀγαλλιάσονται
.
Verse: 10
ἕνεκεν
Δαυιδ
τοῦ
δούλου
σου
μὴ
ἀποστρέψῃς
τὸ
πρόσωπον
τοῦ
χριστοῦ
σου
.
Verse: 11
ὤμοσεν
κύριος
τῷ
Δαυιδ
ἀλήθειαν
καὶ
οὐ
μὴ
ἀθετήσει
αὐτήν
᾽Εκ
καρποῦ
τῆς
κοιλίας
σου
θήσομαι
ἐπὶ
τὸν
θρόνον
σου
·
Verse: 12
ἐὰν
ϕυλάξωνται
οἱ
υἱοί
σου
τὴν
διαθήκην
μου
καὶ
τὰ
μαρτύριά
μου
ταῦτα
,
ἃ
διδάξω
αὐτούς
,
καὶ
οἱ
υἱοὶ
αὐτῶν
ἕως
τοῦ
αἰῶνος
καθιοῦνται
ἐπὶ
τοῦ
θρόνου
σου
.
Verse: 13
ὅτι
ἐξελέξατο
κύριος
τὴν
Σιων
,
ᾑρετίσατο
αὐτὴν
εἰς
κατοικίαν
ἑαυτῷ
Verse: 14
Αὕτη
ἡ
κατάπαυσίς
μου
εἰς
αἰῶνα
αἰῶνος
,
ὧδε
κατοικήσω
,
ὅτι
ᾑρετισάμην
αὐτήν
·
Verse: 15
τὴν
θήραν
αὐτῆς
εὐλογῶν
εὐλογήσω
,
τοὺς
πτωχοὺς
αὐτῆς
χορτάσω
ἄρτων
,
Verse: 16
τοὺς
ἱερεῖς
αὐτῆς
ἐνδύσω
σωτηρίαν
,
καὶ
οἱ
ὅσιοι
αὐτῆς
ἀγαλλιάσει
ἀγαλλιάσονται
·
Verse: 17
ἐκεῖ
ἐξανατελῶ
κέρας
τῷ
Δαυιδ
,
ἡτοίμασα
λύχνον
τῷ
χριστῷ
μου
·
Verse: 18
τοὺς
ἐχθροὺς
αὐτοῦ
ἐνδύσω
αἰσχύνην
,
ἐπὶ
δὲ
αὐτὸν
ἐξανθήσει
τὸ
ἁγίασμά
μου
.
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.