TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 705
Previous part

Chapter: 136 
Verse: 1  Τῷ Δαυιδ.
᾽Επὶ τῶν ποταμῶν Βαβυλῶνος
ἐκεῖ ἐκαθίσαμεν καὶ ἐκλαύσαμεν
ἐν τῷ μνησθῆναι ἡμᾶς τῆς Σιων.
Verse: 2 
ἐπὶ ταῖς ἰτέαις ἐν μέσῳ αὐτῆς ἐκρεμάσαμεν τὰ ὄργανα ἡμῶν·
Verse: 3 
ὅτι ἐκεῖ ἐπηρώτησαν ἡμᾶς οἱ αἰχμαλωτεύσαντες ἡμᾶς λόγους ᾠδῶν
καὶ οἱ ἀπαγαγόντες ἡμᾶς ὕμνον
῎Αισατε ἡμῖν ἐκ τῶν ᾠδῶν Σιων.
Verse: 4 
πῶς ᾄσωμεν τὴν ᾠδὴν κυρίου ἐπὶ γῆς ἀλλοτρίας;
Verse: 5 
ἐὰν ἐπιλάθωμαί σου, Ιερουσαλημ, ἐπιλησθείη δεξιά μου·
Verse: 6 
κολληθείη γλῶσσά μου τῷ λάρυγγί μου, ἐὰν μή σου μνησθῶ,
ἐὰν μὴ προανατάξωμαι τὴν Ιερουσαλημ ἐν ἀρχῇ τῆς εὐϕροσύνης μου.
Verse: 7 
μνήσθητι, κύριε, τῶν υἱῶν Εδωμ τὴν ἡμέραν Ιερουσαλημ
τῶν λεγόντων ᾽Εκκενοῦτε ἐκκενοῦτε, ἕως θεμέλιος ἐν αὐτῇ.
Verse: 8 
θυγάτηρ Βαβυλῶνος ταλαίπωρος,
μακάριος ὃς ἀνταποδώσει σοι τὸ ἀνταπόδομά σου, ἀνταπέδωκας ἡμῖν·
Verse: 9 
μακάριος ὃς κρατήσει καὶ ἐδαϕιεῖ τὰ νήπιά σου πρὸς τὴν πέτραν.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.