TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 706
Previous part

Chapter: 137 
Verse: 1  Τῷ Δαυιδ.
᾽Εξομολογήσομαί σοι, κύριε, ἐν ὅλῃ καρδίᾳ μου,
ὅτι ἤκουσας τὰ ῥήματα τοῦ στόματός μου,
καὶ ἐναντίον ἀγγέλων ψαλῶ σοι.
Verse: 2 
προσκυνήσω πρὸς ναὸν ἅγιόν σου
καὶ ἐξομολογήσομαι τῷ ὀνόματί σου
ἐπὶ τῷ ἐλέει σου καὶ τῇ ἀληθείᾳ σου,
ὅτι ἐμεγάλυνας ἐπὶ πᾶν ὄνομα τὸ λόγιόν σου.
Verse: 3 
ἐν ἂν ἡμέρᾳ ἐπικαλέσωμαί σε, ταχὺ ἐπάκουσόν μου·
πολυωρήσεις με ἐν ψυχῇ μου ἐν δυνάμει.
Verse: 4 
ἐξομολογησάσθωσάν σοι, κύριε, πάντες οἱ βασιλεῖς τῆς γῆς,
ὅτι ἤκουσαν πάντα τὰ ῥήματα τοῦ στόματός σου,
Verse: 5 
καὶ ᾀσάτωσαν ἐν ταῖς ὁδοῖς κυρίου,
ὅτι μεγάλη δόξα κυρίου,
Verse: 6 
ὅτι ὑψηλὸς κύριος καὶ τὰ ταπεινὰ ἐϕορᾷ
καὶ τὰ ὑψηλὰ ἀπὸ μακρόθεν γινώσκει.
Verse: 7 
ἐὰν πορευθῶ ἐν μέσῳ θλίψεως, ζήσεις με·
ἐπ' ὀργὴν ἐχθρῶν μου ἐξέτεινας χεῖρά σου,
καὶ ἔσωσέν με δεξιά σου.
Verse: 8 
κύριος ἀνταποδώσει ὑπὲρ ἐμοῦ.
κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα,
τὰ ἔργα τῶν χειρῶν σου μὴ παρῇς.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.