TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 707
Previous part

Chapter: 138 
Verse: 1  Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυιδ.
Κύριε, ἐδοκίμασάς με καὶ ἔγνως με·
Verse: 2 
σὺ ἔγνως τὴν καθέδραν μου καὶ τὴν ἔγερσίν μου,
σὺ συνῆκας τοὺς διαλογισμούς μου ἀπὸ μακρόθεν·
Verse: 3 
τὴν τρίβον μου καὶ τὴν σχοῖνόν μου σὺ ἐξιχνίασας
καὶ πάσας τὰς ὁδούς μου προεῖδες.
Verse: 4 
ὅτι οὐκ ἔστιν λόγος ἐν γλώσσῃ μου,
Verse: 5 
ἰδού, κύριε, σὺ ἔγνως πάντα, τὰ ἔσχατα καὶ τὰ ἀρχαῖα·
σὺ ἔπλασάς με καὶ ἔθηκας ἐπ' ἐμὲ τὴν χεῖρά σου.
Verse: 6 
ἐθαυμαστώθη γνῶσίς σου ἐξ ἐμοῦ·
ἐκραταιώθη, οὐ μὴ δύνωμαι πρὸς αὐτήν.
Verse: 7 
ποῦ πορευθῶ ἀπὸ τοῦ πνεύματός σου
καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ ϕύγω;
Verse: 8 
ἐὰν ἀναβῶ εἰς τὸν οὐρανόν, σὺ εἶ ἐκεῖ·
ἐὰν καταβῶ εἰς τὸν ᾅδην, πάρει·
Verse: 9 
ἐὰν ἀναλάβοιμι τὰς πτέρυγάς μου κατ' ὄρθρον
καὶ κατασκηνώσω εἰς τὰ ἔσχατα τῆς θαλάσσης,
Verse: 10 
καὶ γὰρ ἐκεῖ χείρ σου ὁδηγήσει με,
καὶ καθέξει με δεξιά σου.
Verse: 11 
καὶ εἶπα ῎Αρα σκότος καταπατήσει με,
καὶ νὺξ ϕωτισμὸς ἐν τῇ τρυϕῇ μου·
Verse: 12 
ὅτι σκότος οὐ σκοτισθήσεται ἀπὸ σοῦ,
καὶ νὺξ ὡς ἡμέρα ϕωτισθήσεται·
ὡς τὸ σκότος αὐτῆς, οὕτως καὶ τὸ ϕῶς αὐτῆς.
Verse: 13 
ὅτι σὺ ἐκτήσω τοὺς νεϕρούς μου, κύριε,
ἀντελάβου μου ἐκ γαστρὸς μητρός μου.
Verse: 14 
ἐξομολογήσομαί σοι, ὅτι ϕοβερῶς ἐθαυμαστώθην·
θαυμάσια τὰ ἔργα σου, καὶ ψυχή μου γινώσκει σϕόδρα.
Verse: 15 
οὐκ ἐκρύβη τὸ ὀστοῦν μου ἀπὸ σοῦ, ἐποίησας ἐν κρυϕῇ.
καὶ ὑπόστασίς μου ἐν τοῖς κατωτάτοις τῆς γῆς·
Verse: 16 
τὸ ἀκατέργαστόν μου εἴδοσαν οἱ ὀϕθαλμοί σου,
καὶ ἐπὶ τὸ βιβλίον σου πάντες γραϕήσονται·
ἡμέρας πλασθήσονται, καὶ οὐθεὶς ἐν αὐτοῖς.
Verse: 17 
ἐμοὶ δὲ λίαν ἐτιμήθησαν οἱ ϕίλοι σου, θεός,
λίαν ἐκραταιώθησαν αἱ ἀρχαὶ αὐτῶν·
Verse: 18 
ἐξαριθμήσομαι αὐτούς, καὶ ὑπὲρ ἄμμον πληθυνθήσονται·
ἐξηγέρθην καὶ ἔτι εἰμὶ μετὰ σοῦ.
Verse: 19 
ἐὰν ἀποκτείνῃς ἁμαρτωλούς, θεός,
ἄνδρες αἱμάτων, ἐκκλίνατε ἀπ' ἐμοῦ.
Verse: 20 
ὅτι ἐρεῖς εἰς διαλογισμόν·
λήμψονται εἰς ματαιότητα τὰς πόλεις σου.
Verse: 21 
οὐχὶ τοὺς μισοῦντάς σε, κύριε, ἐμίσησα
καὶ ἐπὶ τοῖς ἐχθροῖς σου ἐξετηκόμην;
Verse: 22 
τέλειον μῖσος ἐμίσουν αὐτούς,
εἰς ἐχθροὺς ἐγένοντό μοι.
Verse: 23 
δοκίμασόν με, θεός, καὶ γνῶθι τὴν καρδίαν μου,
ἔτασόν με καὶ γνῶθι τὰς τρίβους μου
Verse: 24 
καὶ ἰδὲ εἰ ὁδὸς ἀνομίας ἐν ἐμοί,
καὶ ὁδήγησόν με ἐν ὁδῷ αἰωνίᾳ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.