TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 708
Previous part

Chapter: 139 
Verse: 1  Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυιδ.
Verse: 2 
᾽Εξελοῦ με, κύριε, ἐξ ἀνθρώπου πονηροῦ,
ἀπὸ ἀνδρὸς ἀδίκου ῥῦσαί με,
Verse: 3 
οἵτινες ἐλογίσαντο ἀδικίας ἐν καρδίᾳ,
ὅλην τὴν ἡμέραν παρετάσσοντο πολέμους·
Verse: 4 
ἠκόνησαν γλῶσσαν αὐτῶν ὡσεὶ ὄϕεως,
ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν.
διάψαλμα.
Verse: 5 
ϕύλαξόν με, κύριε, ἐκ χειρὸς ἁμαρτωλοῦ,
ἀπὸ ἀνθρώπων ἀδίκων ἐξελοῦ με,
οἵτινες ἐλογίσαντο ὑποσκελίσαι τὰ διαβήματά μου·
Verse: 6 
ἔκρυψαν ὑπερήϕανοι παγίδα μοι
καὶ σχοινία διέτειναν, παγίδας τοῖς ποσίν μου,
ἐχόμενα τρίβου σκάνδαλον ἔθεντό μοι.
διάψαλμα.
Verse: 7 
εἶπα τῷ κυρίῳ Θεός μου εἶ σύ·
ἐνώτισαι, κύριε, τὴν ϕωνὴν τῆς δεήσεώς μου.
Verse: 8 
κύριε κύριε δύναμις τῆς σωτηρίας μου,
ἐπεσκίασας ἐπὶ τὴν κεϕαλήν μου ἐν ἡμέρᾳ πολέμου.
Verse: 9 
μὴ παραδῷς με, κύριε, ἀπὸ τῆς ἐπιθυμίας μου ἁμαρτωλῷ·
διελογίσαντο κατ' ἐμοῦ, μὴ ἐγκαταλίπῃς με, μήποτε ὑψωθῶσιν.
διάψαλμα.
Verse: 10 
κεϕαλὴ τοῦ κυκλώματος αὐτῶν,
κόπος τῶν χειλέων αὐτῶν καλύψει αὐτούς.
Verse: 11 
πεσοῦνται ἐπ' αὐτοὺς ἄνθρακες,
ἐν πυρὶ καταβαλεῖς αὐτούς,
ἐν ταλαιπωρίαις οὐ μὴ ὑποστῶσιν.
Verse: 12 
ἀνὴρ γλωσσώδης οὐ κατευθυνθήσεται ἐπὶ τῆς γῆς,
ἄνδρα ἄδικον κακὰ θηρεύσει εἰς διαϕθοράν.
Verse: 13 
ἔγνων ὅτι ποιήσει κύριος τὴν κρίσιν τοῦ πτωχοῦ
καὶ τὴν δίκην τῶν πενήτων.
Verse: 14 
πλὴν δίκαιοι ἐξομολογήσονται τῷ ὀνόματί σου,
καὶ κατοικήσουσιν εὐθεῖς σὺν τῷ προσώπῳ σου.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.