TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 709
Previous part

Chapter: 140 
Verse: 1  Ψαλμὸς τῷ Δαυιδ.
Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου·
πρόσχες τῇ ϕωνῇ τῆς δεήσεώς μου ἐν τῷ κεκραγέναι με πρὸς σέ.
Verse: 2 
κατευθυνθήτω προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου,
ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή.
Verse: 3 
θοῦ, κύριε, ϕυλακὴν τῷ στόματί μου
καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου.
Verse: 4 
μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας
τοῦ προϕασίζεσθαι προϕάσεις ἐν ἁμαρτίαις
σὺν ἀνθρώποις ἐργαζομένοις ἀνομίαν,
καὶ οὐ μὴ συνδυάσω μετὰ τῶν ἐκλεκτῶν αὐτῶν.
παιδεύσει με δίκαιος ἐν ἐλέει καὶ ἐλέγξει με,
ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεϕαλήν μου,
ὅτι ἔτι καὶ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶν.
Verse: 5 
κατεπόθησαν ἐχόμενα πέτρας οἱ κριταὶ αὐτῶν·
ἀκούσονται τὰ ῥήματά μου ὅτι ἡδύνθησαν.
Verse: 6 
ὡσεὶ πάχος γῆς διερράγη ἐπὶ τῆς γῆς,
διεσκορπίσθη τὰ ὀστᾶ ἡμῶν παρὰ τὸν ᾅδην.
Verse: 7 
ὅτι πρὸς σέ, κύριε κύριε, οἱ ὀϕθαλμοί μου·
ἐπὶ σὲ ἤλπισα, μὴ ἀντανέλῃς τὴν ψυχήν μου.
Verse: 8 
ϕύλαξόν με ἀπὸ παγίδος, ἧς συνεστήσαντό μοι,
καὶ ἀπὸ σκανδάλων τῶν ἐργαζομένων τὴν ἀνομίαν.
Verse: 9 
πεσοῦνται ἐν ἀμϕιβλήστρῳ αὐτοῦ ἁμαρτωλοί·
κατὰ μόνας εἰμὶ ἐγὼ ἕως οὗ ἂν παρέλθω.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.