TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 710
Previous part

Chapter: 141 
Verse: 1  Συνέσεως τῷ Δαυιδ ἐν τῷ εἶναι αὐτὸν ἐν τῷ
σπηλαίῳ· προσευχή.
Verse: 2 
Φωνῇ μου πρὸς κύριον ἐκέκραξα,
ϕωνῇ μου πρὸς κύριον ἐδεήθην.
Verse: 3 
ἐκχεῶ ἐναντίον αὐτοῦ τὴν δέησίν μου,
τὴν θλῖψίν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ.
Verse: 4 
ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου
καὶ σὺ ἔγνως τὰς τρίβους μου·
ἐν ὁδῷ ταύτῃ, ἐπορευόμην, ἔκρυψαν παγίδα μοι.
Verse: 5 
κατενόουν εἰς τὰ δεξιὰ καὶ ἐπέβλεπον,
ὅτι οὐκ ἦν ἐπιγινώσκων με·
ἀπώλετο ϕυγὴ ἀπ' ἐμοῦ,
καὶ οὐκ ἔστιν ἐκζητῶν τὴν ψυχήν μου.
Verse: 6 
ἐκέκραξα πρὸς σέ, κύριε,
εἶπα Σὺ εἶ ἐλπίς μου,
μερίς μου ἐν γῇ ζώντων.
Verse: 7 
πρόσχες πρὸς τὴν δέησίν μου,
ὅτι ἐταπεινώθην σϕόδρα·
ῥῦσαί με ἐκ τῶν καταδιωκόντων με,
ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ.
Verse: 8 
ἐξάγαγε ἐκ ϕυλακῆς τὴν ψυχήν μου
τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου, κύριε·
ἐμὲ ὑπομενοῦσιν δίκαιοι ἕως οὗ ἀνταποδῷς μοι.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.