TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 714
Previous part

Chapter: 145 
Verse: 1  Αλληλουια· Αγγαιου καὶ Ζαχαριου.
Αἴνει, ψυχή μου, τὸν κύριον.
Verse: 2 
αἰνέσω κύριον ἐν ζωῇ μου,
ψαλῶ τῷ θεῷ μου, ἕως ὑπάρχω.
Verse: 3 
μὴ πεποίθατε ἐπ' ἄρχοντας
καὶ ἐϕ' υἱοὺς ἀνθρώπων, οἷς οὐκ ἔστιν σωτηρία.
Verse: 4 
ἐξελεύσεται τὸ πνεῦμα αὐτοῦ, καὶ ἐπιστρέψει εἰς τὴν γῆν αὐτοῦ·
ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀπολοῦνται πάντες οἱ διαλογισμοὶ αὐτῶν.
Verse: 5 
μακάριος οὗ θεὸς Ιακωβ βοηθός,
ἐλπὶς αὐτοῦ ἐπὶ κύριον τὸν θεὸν αὐτοῦ
Verse: 6 
τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν,
τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς,
τὸν ϕυλάσσοντα ἀλήθειαν εἰς τὸν αἰῶνα,
Verse: 7 
ποιοῦντα κρίμα τοῖς ἀδικουμένοις,
διδόντα τροϕὴν τοῖς πεινῶσιν·
κύριος λύει πεπεδημένους,
Verse: 8 
κύριος ἀνορθοῖ κατερραγμένους,
κύριος σοϕοῖ τυϕλούς,
κύριος ἀγαπᾷ δικαίους·
Verse: 9 
κύριος ϕυλάσσει τοὺς προσηλύτους,
ὀρϕανὸν καὶ χήραν ἀναλήμψεται
καὶ ὁδὸν ἁμαρτωλῶν ἀϕανιεῖ.
Verse: 10 
βασιλεύσει κύριος εἰς τὸν αἰῶνα,
θεός σου, Σιων, εἰς γενεὰν καὶ γενεάν.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.