TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 715
Previous part

Chapter: 146 
Verse: 1  Αλληλουια· Αγγαιου καὶ Ζαχαριου.
Αἰνεῖτε τὸν κύριον, ὅτι ἀγαθὸν ψαλμός·
τῷ θεῷ ἡμῶν ἡδυνθείη αἴνεσις.
Verse: 2 
οἰκοδομῶν Ιερουσαλημ κύριος
καὶ τὰς διασπορὰς τοῦ Ισραηλ ἐπισυνάξει,
Verse: 3 
ἰώμενος τοὺς συντετριμμένους τὴν καρδίαν
καὶ δεσμεύων τὰ συντρίμματα αὐτῶν,
Verse: 4 
ἀριθμῶν πλήθη ἄστρων,
καὶ πᾶσιν αὐτοῖς ὀνόματα καλῶν.
Verse: 5 
μέγας κύριος ἡμῶν, καὶ μεγάλη ἰσχὺς αὐτοῦ,
καὶ τῆς συνέσεως αὐτοῦ οὐκ ἔστιν ἀριθμός.
Verse: 6 
ἀναλαμβάνων πραεῖς κύριος,
ταπεινῶν δὲ ἁμαρτωλοὺς ἕως τῆς γῆς.
Verse: 7 
ἐξάρξατε τῷ κυρίῳ ἐν ἐξομολογήσει,
ψάλατε τῷ θεῷ ἡμῶν ἐν κιθάρᾳ,
Verse: 8 
τῷ περιβάλλοντι τὸν οὐρανὸν ἐν νεϕέλαις,
τῷ ἑτοιμάζοντι τῇ γῇ ὑετόν,
τῷ ἐξανατέλλοντι ἐν ὄρεσι χόρτον
[καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων,]
Verse: 9 
διδόντι τοῖς κτήνεσι τροϕὴν αὐτῶν
καὶ τοῖς νεοσσοῖς τῶν κοράκων τοῖς ἐπικαλουμένοις αὐτόν.
Verse: 10 
οὐκ ἐν τῇ δυναστείᾳ τοῦ ἵππου θελήσει
οὐδὲ ἐν ταῖς κνήμαις τοῦ ἀνδρὸς εὐδοκεῖ·
Verse: 11 
εὐδοκεῖ κύριος ἐν τοῖς ϕοβουμένοις αὐτὸν
καὶ ἐν τοῖς ἐλπίζουσιν ἐπὶ τὸ ἔλεος αὐτοῦ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.