TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 725
Previous part

Chapter: 5_(Is._26) 
Verse: 0  Προσευχὴ Ησαιου.
Verse: 9 
᾽Εκ νυκτὸς ὀρθρίζει τὸ πνεῦμά μου πρὸς σέ, ὁ θεός,
διότι ϕῶς τὰ προστάγματά σου ἐπὶ τῆς γῆς·
δικαιοσύνην μάθετε, οἱ ἐνοικοῦντες ἐπὶ τῆς γῆς.
Verse: 10 
πέπαυται γὰρ ὁ ἀσεβής· οὐ μὴ μάθῃ δικαιοσύνην ἐπὶ τῆς γῆς,
ἀλήθειαν οὐ μὴ ποιήσει·
ἀρθήτω ὁ ἀσεβής, ἵνα μὴ ἴδῃ τὴν δόξαν κυρίου.
Verse: 11 
κύριε, ὑψηλός σου ὁ βραχίων, καὶ οὐκ ᾔδεισαν,
γνόντες δὲ αἰσχυνθήτωσαν·
ζῆλος λήμψεται λαὸν ἀπαίδευτον,
καὶ νῦν πῦρ τοὺς ὑπεναντίους ἔδεται.
Verse: 12 
κύριε ὁ θεὸς ἡμῶν, εἰρήνην δὸς ἡμῖν·
πάντα γὰρ ἀπέδωκας ἡμῖν.
Verse: 13 
κύριε ὁ θεὸς ἡμῶν, κτῆσαι ἡμᾶς·
κύριε, ἐκτὸς σοῦ ἄλλον οὐκ οἴδαμεν,
τὸ ὄνομά σου ὀνομάζομεν.
Verse: 14 
οἱ δὲ νεκροὶ ζωὴν οὐ μὴ ἴδωσιν,
οὐδὲ ἰατροὶ οὐ μὴ ἀναστήσουσιν·
διὰ τοῦτο ἐπήγαγες καὶ ἀπώλεσας
καὶ ἦρας πᾶν ἄρσεν αὐτῶν.
Verse: 15 
πρόσθες αὐτοῖς κακά, κύριε,
πρόσθες κακὰ τοῖς ἐνδόξοις τῆς γῆς.
Verse: 16 
κύριε, ἐν θλίψει ἐμνήσθην σου,
ἐν θλίψει μικρᾷ ἡ παιδεία σου ἡμῖν.
Verse: 17 
καὶ ὡς ἡ ὠδίνουσα ἐγγίζει τοῦ τεκεῖν
καὶ ἐπὶ τῇ ὠδῖνι αὐτῆς ἐκέκραξεν,
οὕτως ἐγενήθημεν τῷ ἀγαπητῷ σου.
Verse: 18 
διὰ τὸν ϕόβον σου, κύριε, ἐν γαστρὶ ἐλάβομεν
καὶ ὠδινήσαμεν καὶ ἐτέκομεν·
πνεῦμα σωτηρίας σου ἐποιήσαμεν ἐπὶ τῆς γῆς·
οὐ πεσούμεθα, ἀλλὰ πεσοῦνται οἱ ἐνοικοῦντες ἐπὶ τῆς γῆς.
Verse: 19 
ἀναστήσονται οἱ νεκροί, καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις,
καὶ εὐϕρανθήσονται οἱ ἐν τῇ γῇ·
ἡ γὰρ δρόσος ἡ παρὰ σοῦ ἴαμα αὐτοῖς ἐστιν,
ἡ δὲ γῆ τῶν ἀσεβῶν πεσεῖται.
Verse: 20 
βάδιζε, λαός μου, εἴσελθε εἰς τὰ ταμίειά σου,
ἀπόκλεισον τὴν θύραν σου, ἀποκρύβηθι μικρὸν ὅσον ὅσον,
ἕως ἂν παρέλθῃ ἡ ὀργὴ κυρίου.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.