TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 726
Previous part

Chapter: 6_(Jon._2) 
Verse: 0  Προσευχὴ Ιωνα.
Verse: 3 
᾽Εβόησα ἐν θλίψει μου πρὸς κύριον τὸν θεόν μου,
καὶ εἰσήκουσέν μου ἐκ κοιλίας ᾅδου κραυγῆς μου·
ἤκουσας ϕωνῆς μου.
Verse: 4 
ἀπέρριψάς με εἰς βάθη καρδίας θαλάσσης,
καὶ ποταμοί με ἐκύκλωσαν,
πάντες οἱ μετεωρισμοί σου καὶ τὰ κύματά σου ἐπ' ἐμὲ διῆλθον.
Verse: 5 
κἀγὼ εἶπα ᾽Απῶσμαι ἐξ ὀϕθαλμῶν σου·
ἆρα προσθήσω τοῦ ἐπιβλέψαι πρὸς ναὸν τὸν ἅγιόν σου;
Verse: 6 
περιεχύθη μοι ὕδωρ ἕως ψυχῆς μου,
ἄβυσσος ἐκύκλωσέν με ἐσχάτη,
ἔδυ κεϕαλή μου εἰς σχισμὰς ὀρέων.
Verse: 7 
κατέβην εἰς γῆν, ἧς οἱ μοχλοὶ αὐτῆς κάτοχοι αἰώνιοι,
καὶ ἀναβήτω ἐκ ϕθορᾶς ζωή μου, κύριε θεός μου.
Verse: 8 
ἐν τῷ ἐκλείπειν τὴν ψυχήν μου ἀπ' ἐμοῦ τοῦ κυρίου ἐμνήσθην,
καὶ ἔλθοι πρὸς σὲ προσευχή μου εἰς ναὸν ἅγιόν σου.
Verse: 9 
ϕυλασσόμενοι μάταια καὶ ψευδῆ ἔλεος αὐτῶν ἐγκατέλιπον.
Verse: 10 
ἐγὼ δὲ μετὰ ϕωνῆς αἰνέσεως καὶ ἐξομολογήσεως θύσω σοι·
ὅσα ηὐξάμην, ἀποδώσω σοι εἰς σωτηρίαν μου τῷ κυρίῳ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.