TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 728
Previous part

Chapter: 8_(Dan._3) 
Verse: 0  ῞Υμνος τῶν τριῶν παίδων.
Verse: 52 
Εὐλογητὸς εἶ, κύριε ὁ θεὸς τῶν πατέρων ἡμῶν,
καὶ αἰνετὸς καὶ ὑπερυψούμενος εἰς τοὺς αἰῶνας,
καὶ εὐλογημένον τὸ ὄνομα τῆς δόξης σου τὸ ἅγιον
καὶ ὑπεραινετὸν καὶ ὑπερυψούμενον εἰς τοὺς αἰῶνας.
Verse: 53 
εὐλογημένος εἶ ἐν τῷ ναῷ τῆς ἁγίας δόξης σου
καὶ ὑπερυμνητὸς καὶ ὑπερένδοξος εἰς τοὺς αἰῶνας.
Verse: 54 
εὐλογημένος εἶ, ὁ βλέπων ἀβύσσους καθήμενος ἐπὶ χερουβιν,
καὶ ὑπεραινετὸς καὶ ὑπερυψούμενος εἰς τοὺς αἰῶνας.
Verse: 55 
εὐλογημένος εἶ ἐπὶ θρόνου τῆς βασιλείας σου
καὶ ὑπερυμνητὸς καὶ ὑπερυψούμενος εἰς τοὺς αἰῶνας.
Verse: 56 
εὐλογημένος εἶ ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ
καὶ ὑπερυμνητὸς καὶ ὑπερένδοξος εἰς τοὺς αἰῶνας.
Verse: 57 
εὐλογεῖτε, πάντα τὰ ἔργα κυρίου, τὸν κύριον·
ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Verse: 58 
εὐλογεῖτε, ἄγγελοι κυρίου, τὸν κύριον·
ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Verse: 59 
εὐλογεῖτε, οὐρανοί, τὸν κύριον·
ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Verse: 60 
εὐλογεῖτε, ὕδατα πάντα τὰ ὑπεράνω τῶν οὐρανῶν, τὸν κύριον·
ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Verse: 61 
εὐλογεῖτε, πᾶσαι αἱ δυνάμεις κυρίου, τὸν κύριον·
ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Verse: 62 
εὐλογεῖτε, ἥλιος καὶ σελήνη, τὸν κύριον·
ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Verse: 63 
εὐλογεῖτε, ἄστρα τοῦ οὐρανοῦ, τὸν κύριον·
ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Verse: 64 
εὐλογεῖτε, πᾶς ὄμβρος καὶ δρόσος, τὸν κύριον·
ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Verse: 65 
εὐλογεῖτε, πάντα τὰ πνεύματα, τὸν κύριον·
ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Verse: 66 
εὐλογεῖτε, πῦρ καὶ καῦμα, τὸν κύριον·
ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Verse: 67 
εὐλογεῖτε, ψῦχος καὶ καύσων, τὸν κύριον·
ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Verse: 68 
εὐλογεῖτε, δρόσοι καὶ νιϕετοί, τὸν κύριον·
ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Verse: 69 
εὐλογεῖτε, πάγος καὶ ψῦχος, τὸν κύριον·
ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Verse: 70 
εὐλογεῖτε, πάχναι καὶ χιόνες, τὸν κύριον·
ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Verse: 71 
εὐλογεῖτε, νύκτες καὶ ἡμέραι, τὸν κύριον·
ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Verse: 72 
εὐλογεῖτε, ϕῶς καὶ σκότος, τὸν κύριον·
ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Verse: 73 
εὐλογεῖτε, ἀστραπαὶ καὶ νεϕέλαι, τὸν κύριον·
ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Verse: 74 
εὐλογείτω ἡ γῆ τὸν κύριον·
ὑμνείτω καὶ ὑπερυψούτω αὐτὸν εἰς τοὺς αἰῶνας.
Verse: 75 
εὐλογεῖτε, ὄρη καὶ βουνοί, τὸν κύριον·
ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Verse: 76 
εὐλογεῖτε, πάντα τὰ ϕυόμενα ἐν τῇ γῇ, τὸν κύριον·
ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Verse: 77 
εὐλογεῖτε, αἱ πηγαί, τὸν κύριον·
ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Verse: 78 
εὐλογεῖτε, θάλασσαι καὶ ποταμοί, τὸν κύριον·
ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Verse: 79 
εὐλογεῖτε, κήτη καὶ πάντα τὰ κινούμενα ἐν τοῖς ὕδασιν, τὸν κύριον·
ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Verse: 80 
εὐλογεῖτε, πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, τὸν κύριον·
ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Verse: 81 
εὐλογεῖτε, τὰ θηρία καὶ πάντα τὰ κτήνη, τὸν κύριον·
ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Verse: 82 
εὐλογεῖτε, υἱοὶ τῶν ἀνθρώπων, τὸν κύριον·
ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Verse: 83 
εὐλογείτω Ισραηλ τὸν κύριον·
ὑμνείτω καὶ ὑπερυψούτω αὐτὸν εἰς τοὺς αἰῶνας.
Verse: 84 
εὐλογεῖτε, ἱερεῖς κυρίου, τὸν κύριον·
ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Verse: 85 
εὐλογεῖτε, δοῦλοι κυρίου, τὸν κύριον·
ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Verse: 86 
εὐλογεῖτε, πνεύματα καὶ ψυχαὶ δικαίων, τὸν κύριον·
ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Verse: 87 
εὐλογεῖτε, ὅσιοι καὶ ταπεινοὶ τῇ καρδίᾳ, τὸν κύριον·
ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Verse: 88 
εὐλογεῖτε, Ανανια, Αζαρια, Μισαηλ, τὸν κύριον·
ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.