TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 729
Previous part

Chapter: 9a_(Lk._1) 
Verse: 0  Προσευχὴ Μαριας τῆς θεοτόκου.
Verse: 46 
Μεγαλύνει ψυχή μου τὸν κύριον,
Verse: 47 
καὶ ἠγαλλίασεν τὸ πνεῦμά μου ἐπὶ τῷ θεῷ τῷ σωτῆρί μου,
Verse: 48 
ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ·
ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσίν με πᾶσαι αἱ γενεαί,
Verse: 49 
ὅτι ἐποίησέν μοι μεγαλεῖα δυνατός,
καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ,
Verse: 50 
καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν τοῖς ϕοβουμένοις αὐτόν.
Verse: 51 
ἐποίησεν κράτος ἐν βραχίονι αὐτοῦ,
διεσκόρπισεν ὑπερηϕάνους διανοίᾳ καρδίας αὐτῶν·
Verse: 52 
καθεῖλεν δυνάστας ἀπὸ θρόνων
καὶ ὕψωσεν ταπεινούς·
Verse: 53 
πεινῶντας ἐνέπλησεν ἀγαθῶν
καὶ πλουτοῦντας ἐξαπέστειλεν κενούς.
Verse: 54 
ἀντελάβετο Ισραηλ παιδὸς αὐτοῦ μνησθῆναι ἐλέους,
Verse: 55 
καθὼς ἐλάλησεν πρὸς τοὺς πατέρας ἡμῶν,
τῷ Αβρααμ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.