TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 730
Previous part

Chapter: 9b_(Lk._1) 
Verse: 68  Προσευχὴ Ζαχαριου.
Εὐλογητὸς κύριος θεὸς τοῦ Ισραηλ,
ὅτι ἐπεσκέψατο καὶ ἐποίησεν λύτρωσιν τῷ λαῷ αὐτοῦ
Verse: 69 
καὶ ἤγειρεν κέρας σωτηρίας ἡμῖν
ἐν τῷ οἴκῳ Δαυιδ τοῦ παιδὸς αὐτοῦ,
Verse: 70 
καθὼς ἐλάλησεν διὰ στόματος τῶν ἁγίων τῶν ἀπ' αἰῶνος προϕητῶν αὐτοῦ,
Verse: 71 
σωτηρίαν ἐξ ἐχθρῶν ἡμῶν
καὶ ἐκ χειρὸς πάντων τῶν μισούντων ἡμᾶς,
Verse: 72 
ποιῆσαι ἔλεος μετὰ τῶν πατέρων ἡμῶν
καὶ μνησθῆναι διαθήκης ἁγίας αὐτοῦ,
Verse: 73 
ὅρκον, ὃν ὤμοσεν πρὸς Αβρααμ τὸν πατέρα ἡμῶν,
Verse: 74 
τοῦ δοῦναι ἡμῖν ἀϕόβως ἐκ χειρὸς τῶν ἐχθρῶν ἡμῶν ῥυσθέντας
Verse: 75 
λατρεύειν αὐτῷ ἐν ὁσιότητι καὶ δικαιοσύνῃ
ἐνώπιον αὐτοῦ πάσας τὰς ἡμέρας ἡμῶν.
Verse: 76 
καὶ σὺ δέ, παιδίον, προϕήτης ὑψίστου κληθήσῃ·
προπορεύσῃ γὰρ πρὸ προσώπου κυρίου ἑτοιμάσαι ὁδοὺς αὐτοῦ
Verse: 77 
τοῦ δοῦναι γνῶσιν σωτηρίας τῷ λαῷ αὐτοῦ
ἐν ἀϕέσει ἁμαρτιῶν ἡμῶν
Verse: 78 
διὰ σπλάγχνα ἐλέους θεοῦ ἡμῶν,
ἐν οἷς ἐπεσκέψατο ἡμᾶς ἀνατολὴ ἐξ ὕψους
Verse: 79 
ἐπιϕᾶναι τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις
τοῦ κατευθῦναι τοὺς πόδας ἡμῶν εἰς ὁδὸν εἰρήνης.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.