TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 731
Previous part

Chapter: 10 
Verse: 0  ᾽Ωιδὴ Ησαιου.
Verse: 1 
῎Αισω δὴ τῷ ἠγαπημένῳ ᾆσμα τοῦ ἀγαπητοῦ τῷ ἀμπελῶνί μου·
ἀμπελὼν ἐγένετο τῷ ἠγαπημένῳ ἐν κέρατι ἐν τόπῳ πίονι,
Verse: 2 
καὶ ϕραγμὸν περιέθηκα καὶ ἐϕύτευσα ἄμπελον ἐν σωρηκ
καὶ ᾠκοδόμησα πύργον ἐν μέσῳ αὐτῆς καὶ προλήνιον ὤρυξα ἐν αὐτῷ·
καὶ ἔμεινα τοῦ ποιῆσαι σταϕυλήν, ἐποίησεν δὲ ἀκάνθας.
Verse: 3 
καὶ νῦν, ἄνθρωπος τοῦ Ιουδα καὶ οἱ ἐνοικοῦντες ἐν Ιερουσαλημ,
κρίνατε ἐν ἐμοὶ καὶ ἀνὰ μέσον τοῦ ἀμπελῶνός μου.
Verse: 4 
τί ποιήσω τῷ ἀμπελῶνί μου ἔτι καὶ οὐκ ἐποίησα αὐτῷ;
διότι ἔμεινα, ἵνα ποιήσῃ σταϕυλήν, ἐποίησεν δὲ ἀκάνθας.
Verse: 5 
νῦν δὲ ἀναγγελῶ ὑμῖν τί ποιήσω τῷ ἀμπελῶνί μου·
ἀϕελῶ τὸν ϕραγμὸν αὐτοῦ, καὶ ἔσται εἰς διαρπαγήν,
καὶ καθελῶ τὸν τοῖχον αὐτοῦ, καὶ ἔσται εἰς καταπάτημα,
Verse: 6 
καὶ ἀνήσω τὸν ἀμπελῶνά μου, καὶ οὐ μὴ τμηθῇ οὐδὲ μὴ σκαϕῇ,
καὶ ἀναβήσεται εἰς αὐτὸν ὡσεὶ εἰς χέρσον ἄκανθαι,
καὶ ταῖς νεϕέλαις ἐντελοῦμαι τοῦ μὴ βρέξαι εἰς αὐτὸν ὑετόν.
Verse: 7 
γὰρ ἀμπελὼν κυρίου σαβαωθ οἶκος Ισραηλ ἐστὶν
καὶ ἄνθρωπος τοῦ Ιουδα νεόϕυτον ἠγαπημένον,
καὶ ἔμεινα τοῦ ποιῆσαι κρίσιν,
ἐποίησεν δὲ ἀνομίαν καὶ οὐ δικαιοσύνην, ἀλλὰ κραυγήν.
Verse: 8 
οὐαὶ οἱ συνάπτοντες οἰκίαν πρὸς οἰκίαν
καὶ ἀγρὸν πρὸς ἀγρὸν ἐγγίζοντες, ἵνα τοῦ πλησίον ἀϕέλωνται·
μὴ οἰκήσετε μόνοι ἐπὶ τῆς γῆς;
Verse: 9 
ἠκούσθη γὰρ ταῦτα πάντα εἰς τὰ ὦτα κυρίου σαβαωθ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.