TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 748
Chapter: 13
Verse: 1
υἱὸς
πανοῦργος
ὑπήκοος
πατρί
,
υἱὸς
δὲ
ἀνήκοος
ἐν
ἀπωλείᾳ
.
Verse: 2
ἀπὸ
καρπῶν
δικαιοσύνης
ϕάγεται
ἀγαθός
,
ψυχαὶ
δὲ
παρανόμων
ὀλοῦνται
ἄωροι
.
Verse: 3
ὃς
ϕυλάσσει
τὸ
ἑαυτοῦ
στόμα
,
τηρεῖ
τὴν
ἑαυτοῦ
ψυχήν
·
ὁ
δὲ
προπετὴς
χείλεσιν
πτοήσει
ἑαυτόν
.
Verse: 4
ἐν
ἐπιθυμίαις
ἐστὶν
πᾶς
ἀεργός
,
χεῖρες
δὲ
ἀνδρείων
ἐν
ἐπιμελείᾳ
.
Verse: 5
λόγον
ἄδικον
μισεῖ
δίκαιος
,
ἀσεβὴς
δὲ
αἰσχύνεται
καὶ
οὐχ
ἕξει
παρρησίαν
.
Verse: 6
δικαιοσύνη
ϕυλάσσει
ἀκάκους
,
τοὺς
δὲ
ἀσεβεῖς
ϕαύλους
ποιεῖ
ἁμαρτία
.
Verse: 7
εἰσὶν
οἱ
πλουτίζοντες
ἑαυτοὺς
μηδὲν
ἔχοντες
,
καὶ
εἰσὶν
οἱ
ταπεινοῦντες
ἑαυτοὺς
ἐν
πολλῷ
πλούτῳ
.
Verse: 8
λύτρον
ἀνδρὸς
ψυχῆς
ὁ
ἴδιος
πλοῦτος
,
πτωχὸς
δὲ
οὐχ
ὑϕίσταται
ἀπειλήν
.
Verse: 9
ϕῶς
δικαίοις
διὰ
παντός
,
ϕῶς
δὲ
ἀσεβῶν
σβέννυται
.
Verse: 9a
ψυχαὶ
δόλιαι
πλανῶνται
ἐν
ἁμαρτίαις
,
δίκαιοι
δὲ
οἰκτίρουσιν
καὶ
ἐλεῶσιν
.
Verse: 10
κακὸς
μεθ
'
ὕβρεως
πράσσει
κακά
,
οἱ
δὲ
ἑαυτῶν
ἐπιγνώμονες
σοϕοί
.
Verse: 11
ὕπαρξις
ἐπισπουδαζομένη
μετὰ
ἀνομίας
ἐλάσσων
γίνεται
,
ὁ
δὲ
συνάγων
ἑαυτῷ
μετ
'
εὐσεβείας
πληθυνθήσεται
·
δίκαιος
οἰκτίρει
καὶ
κιχρᾷ
.
Verse: 12
κρείσσων
ἐναρχόμενος
βοηθῶν
καρδίᾳ
τοῦ
ἐπαγγελλομένου
καὶ
εἰς
ἐλπίδα
ἄγοντος
·
δένδρον
γὰρ
ζωῆς
ἐπιθυμία
ἀγαθή
.
Verse: 13
ὃς
καταϕρονεῖ
πράγματος
,
καταϕρονηθήσεται
ὑπ
'
αὐτοῦ
·
ὁ
δὲ
ϕοβούμενος
ἐντολήν
,
οὗτος
ὑγιαίνει
.
Verse: 13a
υἱῷ
δολίῳ
οὐδὲν
ἔσται
ἀγαθόν
,
οἰκέτῃ
δὲ
σοϕῷ
εὔοδοι
ἔσονται
πράξεις
,
καὶ
κατευθυνθήσεται
ἡ
ὁδὸς
αὐτοῦ
.
Verse: 14
νόμος
σοϕοῦ
πηγὴ
ζωῆς
,
ὁ
δὲ
ἄνους
ὑπὸ
παγίδος
θανεῖται
.
Verse: 15
σύνεσις
ἀγαθὴ
δίδωσιν
χάριν
,
τὸ
δὲ
γνῶναι
νόμον
διανοίας
ἐστὶν
ἀγαθῆς
,
ὁδοὶ
δὲ
καταϕρονούντων
ἐν
ἀπωλείᾳ
.
Verse: 16
πᾶς
πανοῦργος
πράσσει
μετὰ
γνώσεως
,
ὁ
δὲ
ἄϕρων
ἐξεπέτασεν
ἑαυτοῦ
κακίαν
.
Verse: 17
βασιλεὺς
θρασὺς
ἐμπεσεῖται
εἰς
κακά
,
ἄγγελος
δὲ
πιστὸς
ῥύσεται
αὐτόν
.
Verse: 18
πενίαν
καὶ
ἀτιμίαν
ἀϕαιρεῖται
παιδεία
,
ὁ
δὲ
ϕυλάσσων
ἐλέγχους
δοξασθήσεται
.
Verse: 19
ἐπιθυμίαι
εὐσεβῶν
ἡδύνουσιν
ψυχήν
,
ἔργα
δὲ
ἀσεβῶν
μακρὰν
ἀπὸ
γνώσεως
.
Verse: 20
ὁ
συμπορευόμενος
σοϕοῖς
σοϕὸς
ἔσται
,
ὁ
δὲ
συμπορευόμενος
ἄϕροσι
γνωσθήσεται
.
Verse: 21
ἁμαρτάνοντας
καταδιώξεται
κακά
,
τοὺς
δὲ
δικαίους
καταλήμψεται
ἀγαθά
.
Verse: 22
ἀγαθὸς
ἀνὴρ
κληρονομήσει
υἱοὺς
υἱῶν
,
θησαυρίζεται
δὲ
δικαίοις
πλοῦτος
ἀσεβὼν
.
Verse: 23
δίκαιοι
ποιήσουσιν
ἐν
πλούτῳ
ἔτη
πολλά
,
ἄδικοι
δὲ
ἀπολοῦνται
συντόμως
.
Verse: 24
ὃς
ϕείδεται
τῆς
βακτηρίας
,
μισεῖ
τὸν
υἱὸν
αὐτοῦ
·
ὁ
δὲ
ἀγαπῶν
ἐπιμελῶς
παιδεύει
.
Verse: 25
δίκαιος
ἔσθων
ἐμπιπλᾷ
τὴν
ψυχὴν
αὐτοῦ
,
ψυχαὶ
δὲ
ἀσεβῶν
ἐνδεεῖς
.
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.