TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 749
Previous part

Chapter: 14 
Verse: 1  σοϕαὶ γυναῖκες ᾠκοδόμησαν οἴκους,
δὲ ἄϕρων κατέσκαψεν ταῖς χερσὶν αὐτῆς.
Verse: 2 
πορευόμενος ὀρθῶς ϕοβεῖται τὸν κύριον,
δὲ σκολιάζων ταῖς ὁδοῖς αὐτοῦ ἀτιμασθήσεται.
Verse: 3 
ἐκ στόματος ἀϕρόνων βακτηρία ὕβρεως,
χείλη δὲ σοϕῶν ϕυλάσσει αὐτούς.
Verse: 4 
οὗ μή εἰσιν βόες, ϕάτναι καθαραί·
οὗ δὲ πολλὰ γενήματα, ϕανερὰ βοὸς ἰσχύς.
Verse: 5 
μάρτυς πιστὸς οὐ ψεύδεται,
ἐκκαίει δὲ ψεύδη μάρτυς ἄδικος.
Verse: 6 
ζητήσεις σοϕίαν παρὰ κακοῖς καὶ οὐχ εὑρήσεις,
αἴσθησις δὲ παρὰ ϕρονίμοις εὐχερής.
Verse: 7 
πάντα ἐναντία ἀνδρὶ ἄϕρονι,
ὅπλα δὲ αἰσθήσεως χείλη σοϕά.
Verse: 8 
σοϕία πανούργων ἐπιγνώσεται τὰς ὁδοὺς αὐτῶν,
ἄνοια δὲ ἀϕρόνων ἐν πλάνῃ.
Verse: 9 
οἰκίαι παρανόμων ὀϕειλήσουσιν καθαρισμόν,
οἰκίαι δὲ δικαίων δεκταί.
Verse: 10 
καρδία ἀνδρὸς αἰσθητική, λυπηρὰ ψυχὴ αὐτοῦ·
ὅταν δὲ εὐϕραίνηται, οὐκ ἐπιμείγνυται ὕβρει.
Verse: 11 
οἰκίαι ἀσεβῶν ἀϕανισθήσονται,
σκηναὶ δὲ κατορθούντων στήσονται.
Verse: 12 
ἔστιν ὁδὸς δοκεῖ ὀρθὴ εἶναι παρὰ ἀνθρώποις,
τὰ δὲ τελευταῖα αὐτῆς ἔρχεται εἰς πυθμένα ᾅδου.
Verse: 13 
ἐν εὐϕροσύναις οὐ προσμείγνυται λύπη,
τελευταία δὲ χαρὰ εἰς πένθος ἔρχεται.
Verse: 14 
τῶν ἑαυτοῦ ὁδῶν πλησθήσεται θρασυκάρδιος,
ἀπὸ δὲ τῶν διανοημάτων αὐτοῦ ἀνὴρ ἀγαθός.
Verse: 15 
ἄκακος πιστεύει παντὶ λόγῳ,
πανοῦργος δὲ ἔρχεται εἰς μετάνοιαν.
Verse: 16 
σοϕὸς ϕοβηθεὶς ἐξέκλινεν ἀπὸ κακοῦ,
δὲ ἄϕρων ἑαυτῷ πεποιθὼς μείγνυται ἀνόμῳ.
Verse: 17 
ὀξύθυμος πράσσει μετὰ ἀβουλίας,
ἀνὴρ δὲ ϕρόνιμος πολλὰ ὑποϕέρει.
Verse: 18 
μεριοῦνται ἄϕρονες κακίαν,
οἱ δὲ πανοῦργοι κρατήσουσιν αἰσθήσεως.
Verse: 19 
ὀλισθήσουσιν κακοὶ ἔναντι ἀγαθῶν,
καὶ ἀσεβεῖς θεραπεύσουσιν θύρας δικαίων.
Verse: 20 
ϕίλοι μισήσουσιν ϕίλους πτωχούς,
ϕίλοι δὲ πλουσίων πολλοί.
Verse: 21 
ἀτιμάζων πένητας ἁμαρτάνει,
ἐλεῶν δὲ πτωχοὺς μακαριστός.
Verse: 22 
πλανώμενοι τεκταίνουσι κακά,
ἔλεον δὲ καὶ ἀλήθειαν τεκταίνουσιν ἀγαθοί.
οὐκ ἐπίστανται ἔλεον καὶ πίστιν τέκτονες κακῶν,
ἐλεημοσύναι δὲ καὶ πίστεις παρὰ τέκτοσιν ἀγαθοῖς.
Verse: 23 
ἐν παντὶ μεριμνῶντι ἔνεστιν περισσόν,
δὲ ἡδὺς καὶ ἀνάλγητος ἐν ἐνδείᾳ ἔσται.
Verse: 24 
στέϕανος σοϕῶν πανοῦργος,
δὲ διατριβὴ ἀϕρόνων κακή.
Verse: 25 
ῥύσεται ἐκ κακῶν ψυχὴν μάρτυς πιστός,
ἐκκαίει δὲ ψεύδη δόλιος.
Verse: 26 
ἐν ϕόβῳ κυρίου ἐλπὶς ἰσχύος,
τοῖς δὲ τέκνοις αὐτοῦ καταλείπει ἔρεισμα.
Verse: 27 
πρόσταγμα κυρίου πηγὴ ζωῆς,
ποιεῖ δὲ ἐκκλίνειν ἐκ παγίδος θανάτου.
Verse: 28 
ἐν πολλῷ ἔθνει δόξα βασιλέως,
ἐν δὲ ἐκλείψει λαοῦ συντριβὴ δυνάστου.
Verse: 29 
μακρόθυμος ἀνὴρ πολὺς ἐν ϕρονήσει,
δὲ ὀλιγόψυχος ἰσχυρῶς ἄϕρων.
Verse: 30 
πραύθυμος ἀνὴρ καρδίας ἰατρός,
σὴς δὲ ὀστέων καρδία αἰσθητική.
Verse: 31 
συκοϕαντῶν πένητα παροξύνει τὸν ποιήσαντα αὐτόν,
δὲ τιμῶν αὐτὸν ἐλεᾷ πτωχόν.
Verse: 32 
ἐν κακίᾳ αὐτοῦ ἀπωσθήσεται ἀσεβής,
δὲ πεποιθὼς τῇ ἑαυτοῦ ὁσιότητι δίκαιος.
Verse: 33 
ἐν καρδίᾳ ἀγαθῇ ἀνδρὸς σοϕία,
ἐν δὲ καρδίᾳ ἀϕρόνων οὐ διαγινώσκεται.
Verse: 34 
δικαιοσύνη ὑψοῖ ἔθνος,
ἐλασσονοῦσι δὲ ϕυλὰς ἁμαρτίαι.
Verse: 35 
δεκτὸς βασιλεῖ ὑπηρέτης νοήμων,
τῇ δὲ ἑαυτοῦ εὐστροϕίᾳ ἀϕαιρεῖται ἀτιμίαν.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.