TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 750
Previous part

Chapter: 15 
Verse: 1  ὀργὴ ἀπόλλυσιν καὶ ϕρονίμους,
ἀπόκρισις δὲ ὑποπίπτουσα ἀποστρέϕει θυμόν,
λόγος δὲ λυπηρὸς ἐγείρει ὀργάς.
Verse: 2 
γλῶσσα σοϕῶν καλὰ ἐπίσταται,
στόμα δὲ ἀϕρόνων ἀναγγελεῖ κακά.
Verse: 3 
ἐν παντὶ τόπῳ ὀϕθαλμοὶ κυρίου,
σκοπεύουσιν κακούς τε καὶ ἀγαθούς.
Verse: 4 
ἴασις γλώσσης δένδρον ζωῆς,
δὲ συντηρῶν αὐτὴν πλησθήσεται πνεύματος.
Verse: 5 
ἄϕρων μυκτηρίζει παιδείαν πατρός,
δὲ ϕυλάσσων ἐντολὰς πανουργότερος.
Verse: 6 
ἐν πλεοναζούσῃ δικαιοσύνῃ ἰσχὺς πολλή,
οἱ δὲ ἀσεβεῖς ὁλόρριζοι ἐκ γῆς ὀλοῦνται.
οἴκοις δικαίων ἰσχὺς πολλή,
καρποὶ δὲ ἀσεβῶν ἀπολοῦνται.
Verse: 7 
χείλη σοϕῶν δέδεται αἰσθήσει,
καρδίαι δὲ ἀϕρόνων οὐκ ἀσϕαλεῖς.
Verse: 8 
θυσίαι ἀσεβῶν βδέλυγμα κυρίῳ,
εὐχαὶ δὲ κατευθυνόντων δεκταὶ παρ' αὐτῷ.
Verse: 9 
βδέλυγμα κυρίῳ ὁδοὶ ἀσεβοῦς,
διώκοντας δὲ δικαιοσύνην ἀγαπᾷ.
Verse: 10 
παιδεία ἀκάκου γνωρίζεται ὑπὸ τῶν παριόντων,
οἱ δὲ μισοῦντες ἐλέγχους τελευτῶσιν αἰσχρῶς.
Verse: 11 
ᾅδης καὶ ἀπώλεια ϕανερὰ παρὰ τῷ κυρίῳ,
πῶς οὐχὶ καὶ αἱ καρδίαι τῶν ἀνθρώπων;
Verse: 12 
οὐκ ἀγαπήσει ἀπαίδευτος τοὺς ἐλέγχοντας αὐτόν,
μετὰ δὲ σοϕῶν οὐχ ὁμιλήσει.
Verse: 13 
καρδίας εὐϕραινομένης πρόσωπον θάλλει,
ἐν δὲ λύπαις οὔσης σκυθρωπάζει.
Verse: 14 
καρδία ὀρθὴ ζητεῖ αἴσθησιν,
στόμα δὲ ἀπαιδεύτων γνώσεται κακά.
Verse: 15 
πάντα τὸν χρόνον οἱ ὀϕθαλμοὶ τῶν κακῶν προσδέχονται κακά,
οἱ δὲ ἀγαθοὶ ἡσυχάζουσιν διὰ παντός.
Verse: 16 
κρείσσων μικρὰ μερὶς μετὰ ϕόβου κυρίου
θησαυροὶ μεγάλοι μετὰ ἀϕοβίας.
Verse: 17 
κρείσσων ξενισμὸς λαχάνων πρὸς ϕιλίαν καὶ χάριν
παράθεσις μόσχων μετὰ ἔχθρας.
Verse: 18 
ἀνὴρ θυμώδης παρασκευάζει μάχας,
μακρόθυμος δὲ καὶ τὴν μέλλουσαν καταπραύνει.
Verse: 18a 
μακρόθυμος ἀνὴρ κατασβέσει κρίσεις,
δὲ ἀσεβὴς ἐγείρει μᾶλλον.
Verse: 19 
ὁδοὶ ἀεργῶν ἐστρωμέναι ἀκάνθαις,
αἱ δὲ τῶν ἀνδρείων τετριμμέναι.
Verse: 20 
υἱὸς σοϕὸς εὐϕραίνει πατέρα,
υἱὸς δὲ ἄϕρων μυκτηρίζει μητέρα αὐτοῦ.
Verse: 21 
ἀνοήτου τρίβοι ἐνδεεῖς ϕρενῶν,
ἀνὴρ δὲ ϕρόνιμος κατευθύνων πορεύεται.
Verse: 22 
ὑπερτίθενται λογισμοὺς οἱ μὴ τιμῶντες συνέδρια,
ἐν δὲ καρδίαις βουλευομένων μένει βουλή.
Verse: 23 
οὐ μὴ ὑπακούσῃ κακὸς αὐτῇ
οὐδὲ μὴ εἴπῃ καίριόν τι καὶ καλὸν τῷ κοινῷ.
Verse: 24 
ὁδοὶ ζωῆς διανοήματα συνετοῦ,
ἵνα ἐκκλίνας ἐκ τοῦ ᾅδου σωθῇ.
Verse: 25 
οἴκους ὑβριστῶν κατασπᾷ κύριος,
ἐστήρισεν δὲ ὅριον χήρας.
Verse: 26 
βδέλυγμα κυρίῳ λογισμὸς ἄδικος,
ἁγνῶν δὲ ῥήσεις σεμναί.
Verse: 27 
ἐξόλλυσιν ἑαυτὸν δωρολήμπτης,
δὲ μισῶν δώρων λήμψεις σῴζεται.
Verse: 27a 
ἐλεημοσύναις καὶ πίστεσιν ἀποκαθαίρονται ἁμαρτίαι,
τῷ δὲ ϕόβῳ κυρίου ἐκκλίνει πᾶς ἀπὸ κακοῦ.
Verse: 28 
καρδίαι δικαίων μελετῶσιν πίστεις,
στόμα δὲ ἀσεβῶν ἀποκρίνεται κακά.
Verse: 28a 
δεκταὶ παρὰ κυρίῳ ὁδοὶ ἀνθρώπων δικαίων,
διὰ δὲ αὐτῶν καὶ οἱ ἐχθροὶ ϕίλοι γίνονται.
Verse: 29 
μακρὰν ἀπέχει θεὸς ἀπὸ ἀσεβῶν,
εὐχαῖς δὲ δικαίων ἐπακούει.
Verse: 29a 
κρείσσων ὀλίγη λῆμψις μετὰ δικαιοσύνης
πολλὰ γενήματα μετὰ ἀδικίας.
Verse: 29b 
καρδία ἀνδρὸς λογιζέσθω δίκαια,
ἵνα ὑπὸ τοῦ θεοῦ διορθωθῇ τὰ διαβήματα αὐτοῦ.
Verse: 30 
θεωρῶν ὀϕθαλμὸς καλὰ εὐϕραίνει καρδίαν,
ϕήμη δὲ ἀγαθὴ πιαίνει ὀστᾶ.
Verse: 32 
ὃς ἀπωθεῖται παιδείαν, μισεῖ ἑαυτόν·
δὲ τηρῶν ἐλέγχους ἀγαπᾷ ψυχὴν αὐτοῦ.
Verse: 33 
ϕόβος θεοῦ παιδεία καὶ σοϕία,
καὶ ἀρχὴ δόξης ἀποκριθήσεται αὐτῇ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.