TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 751
Previous part

Chapter: 16 
Verse: 2  πάντα τὰ ἔργα τοῦ ταπεινοῦ ϕανερὰ παρὰ τῷ θεῷ,
οἱ δὲ ἀσεβεῖς ἐν ἡμέρᾳ κακῇ ὀλοῦνται.
Verse: 5 
ἀκάθαρτος παρὰ θεῷ πᾶς ὑψηλοκάρδιος,
χειρὶ δὲ χεῖρας ἐμβαλὼν ἀδίκως οὐκ ἀθῳωθήσεται.
Verse: 7 
ἀρχὴ ὁδοῦ ἀγαθῆς τὸ ποιεῖν τὰ δίκαια,
δεκτὰ δὲ παρὰ θεῷ μᾶλλον θύειν θυσίας.
Verse: 8 
ζητῶν τὸν κύριον εὑρήσει γνῶσιν μετὰ δικαιοσύνης,
οἱ δὲ ὀρθῶς ζητοῦντες αὐτὸν εὑρήσουσιν εἰρήνην.
Verse: 9 
πάντα τὰ ἔργα τοῦ κυρίου μετὰ δικαιοσύνης,
ϕυλάσσεται δὲ ἀσεβὴς εἰς ἡμέραν κακήν.
Verse: 10 
μαντεῖον ἐπὶ χείλεσιν βασιλέως,
ἐν δὲ κρίσει οὐ μὴ πλανηθῇ τὸ στόμα αὐτοῦ.
Verse: 11 
ῥοπὴ ζυγοῦ δικαιοσύνη παρὰ κυρίῳ,
τὰ δὲ ἔργα αὐτοῦ στάθμια δίκαια.
Verse: 12 
βδέλυγμα βασιλεῖ ποιῶν κακά,
μετὰ γὰρ δικαιοσύνης ἑτοιμάζεται θρόνος ἀρχῆς.
Verse: 13 
δεκτὰ βασιλεῖ χείλη δίκαια,
λόγους δὲ ὀρθοὺς ἀγαπᾷ.
Verse: 14 
θυμὸς βασιλέως ἄγγελος θανάτου,
ἀνὴρ δὲ σοϕὸς ἐξιλάσεται αὐτόν.
Verse: 15 
ἐν ϕωτὶ ζωῆς υἱὸς βασιλέως,
οἱ δὲ προσδεκτοὶ αὐτῷ ὥσπερ νέϕος ὄψιμον.
Verse: 16 
νοσσιαὶ σοϕίας αἱρετώτεραι χρυσίου,
νοσσιαὶ δὲ ϕρονήσεως αἱρετώτεραι ὑπὲρ ἀργύριον.
Verse: 17 
τρίβοι ζωῆς ἐκκλίνουσιν ἀπὸ κακῶν,
μῆκος δὲ βίου ὁδοὶ δικαιοσύνης.
δεχόμενος παιδείαν ἐν ἀγαθοῖς ἔσται,
δὲ ϕυλάσσων ἐλέγχους σοϕισθήσεται.
ὃς ϕυλάσσει τὰς ἑαυτοῦ ὁδούς, τηρεῖ τὴν ἑαυτοῦ ψυχήν·
ἀγαπῶν δὲ ζωὴν αὐτοῦ ϕείσεται στόματος αὐτοῦ.
Verse: 18 
πρὸ συντριβῆς ἡγεῖται ὕβρις,
πρὸ δὲ πτώματος κακοϕροσύνη.
Verse: 19 
κρείσσων πραύθυμος μετὰ ταπεινώσεως
ὃς διαιρεῖται σκῦλα μετὰ ὑβριστῶν.
Verse: 20 
συνετὸς ἐν πράγμασιν εὑρετὴς ἀγαθῶν,
πεποιθὼς δὲ ἐπὶ θεῷ μακαριστός.
Verse: 21 
τοὺς σοϕοὺς καὶ συνετοὺς ϕαύλους καλοῦσιν,
οἱ δὲ γλυκεῖς ἐν λόγῳ πλείονα ἀκούσονται.
Verse: 22 
πηγὴ ζωῆς ἔννοια τοῖς κεκτημένοις,
παιδεία δὲ ἀϕρόνων κακή.
Verse: 23 
καρδία σοϕοῦ νοήσει τὰ ἀπὸ τοῦ ἰδίου στόματος,
ἐπὶ δὲ χείλεσιν ϕορέσει ἐπιγνωμοσύνην.
Verse: 24 
κηρία μέλιτος λόγοι καλοί,
γλύκασμα δὲ αὐτῶν ἴασις ψυχῆς.
Verse: 25 
εἰσὶν ὁδοὶ δοκοῦσαι εἶναι ὀρθαὶ ἀνδρί,
τὰ μέντοι τελευταῖα αὐτῶν βλέπει εἰς πυθμένα ᾅδου.
Verse: 26 
ἀνὴρ ἐν πόνοις πονεῖ ἑαυτῷ καὶ ἐκβιάζεται ἑαυτοῦ τὴν ἀπώλειαν,
μέντοι σκολιὸς ἐπὶ τῷ ἑαυτοῦ στόματι ϕορεῖ τὴν ἀπώλειαν.
Verse: 27 
ἀνὴρ ἄϕρων ὀρύσσει ἑαυτῷ κακά,
ἐπὶ δὲ τῶν ἑαυτοῦ χειλέων θησαυρίζει πῦρ.
Verse: 28 
ἀνὴρ σκολιὸς διαπέμπεται κακὰ
καὶ λαμπτῆρα δόλου πυρσεύει κακοῖς καὶ διαχωρίζει ϕίλους.
Verse: 29 
ἀνὴρ παράνομος ἀποπειρᾶται ϕίλων
καὶ ἀπάγει αὐτοὺς ὁδοὺς οὐκ ἀγαθάς.
Verse: 30 
στηρίζων ὀϕθαλμοὺς αὐτοῦ λογίζεται διεστραμμένα,
ὁρίζει δὲ τοῖς χείλεσιν αὐτοῦ πάντα τὰ κακά,
οὗτος κάμινός ἐστιν κακίας.
Verse: 31 
στέϕανος καυχήσεως γῆρας,
ἐν δὲ ὁδοῖς δικαιοσύνης εὑρίσκεται.
Verse: 32 
κρείσσων ἀνὴρ μακρόθυμος ἰσχυροῦ,
δὲ κρατῶν ὀργῆς κρείσσων καταλαμβανομένου πόλιν.
Verse: 33 
εἰς κόλπους ἐπέρχεται πάντα τοῖς ἀδίκοις,
παρὰ δὲ κυρίου πάντα τὰ δίκαια.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.