TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 752
Previous part

Chapter: 17 
Verse: 1  κρείσσων ψωμὸς μεθ' ἡδονῆς ἐν εἰρήνῃ
οἶκος πλήρης πολλῶν ἀγαθῶν καὶ ἀδίκων θυμάτων μετὰ μάχης.
Verse: 2 
οἰκέτης νοήμων κρατήσει δεσποτῶν ἀϕρόνων,
ἐν δὲ ἀδελϕοῖς διελεῖται μέρη.
Verse: 3 
ὥσπερ δοκιμάζεται ἐν καμίνῳ ἄργυρος καὶ χρυσός,
οὕτως ἐκλεκταὶ καρδίαι παρὰ κυρίῳ.
Verse: 4 
κακὸς ὑπακούει γλώσσης παρανόμων,
δίκαιος δὲ οὐ προσέχει χείλεσιν ψευδέσιν.
Verse: 5 
καταγελῶν πτωχοῦ παροξύνει τὸν ποιήσαντα αὐτόν,
δὲ ἐπιχαίρων ἀπολλυμένῳ οὐκ ἀθῳωθήσεται·
δὲ ἐπισπλαγχνιζόμενος ἐλεηθήσεται.
Verse: 6 
στέϕανος γερόντων τέκνα τέκνων,
καύχημα δὲ τέκνων πατέρες αὐτῶν.
Verse: 6a 
τοῦ πιστοῦ ὅλος κόσμος τῶν χρημάτων,
τοῦ δὲ ἀπίστου οὐδὲ ὀβολός.
Verse: 7 
οὐχ ἁρμόσει ἄϕρονι χείλη πιστὰ
οὐδὲ δικαίῳ χείλη ψευδῆ.
Verse: 8 
μισθὸς χαρίτων παιδεία τοῖς χρωμένοις,
οὗ δ' ἂν ἐπιστρέψῃ, εὐοδωθήσεται.
Verse: 9 
ὃς κρύπτει ἀδικήματα, ζητεῖ ϕιλίαν·
ὃς δὲ μισεῖ κρύπτειν, διίστησιν ϕίλους καὶ οἰκείους.
Verse: 10 
συντρίβει ἀπειλὴ καρδίαν ϕρονίμου,
ἄϕρων δὲ μαστιγωθεὶς οὐκ αἰσθάνεται.
Verse: 11 
ἀντιλογίας ἐγείρει πᾶς κακός,
δὲ κύριος ἄγγελον ἀνελεήμονα ἐκπέμψει αὐτῷ.
Verse: 12 
ἐμπεσεῖται μέριμνα ἀνδρὶ νοήμονι,
οἱ δὲ ἄϕρονες διαλογιοῦνται κακά.
Verse: 13 
ὃς ἀποδίδωσιν κακὰ ἀντὶ ἀγαθῶν,
οὐ κινηθήσεται κακὰ ἐκ τοῦ οἴκου αὐτοῦ.
Verse: 14 
ἐξουσίαν δίδωσιν λόγοις ἀρχὴ δικαιοσύνης,
προηγεῖται δὲ τῆς ἐνδείας στάσις καὶ μάχη.
Verse: 15 
ὃς δίκαιον κρίνει τὸν ἄδικον, ἄδικον δὲ τὸν δίκαιον,
ἀκάθαρτος καὶ βδελυκτὸς παρὰ θεῷ.
Verse: 16 
ἵνα τί ὑπῆρξεν χρήματα ἄϕρονι;
κτήσασθαι γὰρ σοϕίαν ἀκάρδιος οὐ δυνήσεται.
Verse: 16a 
ὃς ὑψηλὸν ποιεῖ τὸν ἑαυτοῦ οἶκον, ζητεῖ συντριβήν·
δὲ σκολιάζων τοῦ μαθεῖν ἐμπεσεῖται εἰς κακά.
Verse: 17 
εἰς πάντα καιρὸν ϕίλος ὑπαρχέτω σοι,
ἀδελϕοὶ δὲ ἐν ἀνάγκαις χρήσιμοι ἔστωσαν·
τούτου γὰρ χάριν γεννῶνται.
Verse: 18 
ἀνὴρ ἄϕρων ἐπικροτεῖ καὶ ἐπιχαίρει ἑαυτῷ
ὡς καὶ ἐγγυώμενος ἐγγύῃ τὸν ἑαυτοῦ ϕίλον.
Verse: 19 
ϕιλαμαρτήμων χαίρει μάχαις,
Verse: 20 
δὲ σκληροκάρδιος οὐ συναντᾷ ἀγαθοῖς.
ἀνὴρ εὐμετάβολος γλώσσῃ ἐμπεσεῖται εἰς κακά,
Verse: 21 
καρδία δὲ ἄϕρονος ὀδύνη τῷ κεκτημένῳ αὐτήν.
οὐκ εὐϕραίνεται πατὴρ ἐπὶ υἱῷ ἀπαιδεύτῳ,
υἱὸς δὲ ϕρόνιμος εὐϕραίνει μητέρα αὐτοῦ.
Verse: 22 
καρδία εὐϕραινομένη εὐεκτεῖν ποιεῖ,
ἀνδρὸς δὲ λυπηροῦ ξηραίνεται τὰ ὀστᾶ.
Verse: 23 
λαμβάνοντος δῶρα ἐν κόλπῳ ἀδίκως οὐ κατευοδοῦνται ὁδοί,
ἀσεβὴς δὲ ἐκκλίνει ὁδοὺς δικαιοσύνης.
Verse: 24 
πρόσωπον συνετὸν ἀνδρὸς σοϕοῦ,
οἱ δὲ ὀϕθαλμοὶ τοῦ ἄϕρονος ἐπ' ἄκρα γῆς.
Verse: 25 
ὀργὴ πατρὶ υἱὸς ἄϕρων
καὶ ὀδύνη τῇ τεκούσῃ αὐτοῦ.
Verse: 26 
ζημιοῦν ἄνδρα δίκαιον οὐ καλόν,
οὐδὲ ὅσιον ἐπιβουλεύειν δυνάσταις δικαίοις.
Verse: 27 
ὃς ϕείδεται ῥῆμα προέσθαι σκληρόν, ἐπιγνώμων·
μακρόθυμος δὲ ἀνὴρ ϕρόνιμος.
Verse: 28 
ἀνοήτῳ ἐπερωτήσαντι σοϕίαν σοϕία λογισθήσεται,
ἐνεὸν δέ τις ἑαυτὸν ποιήσας δόξει ϕρόνιμος εἶναι.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.