TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 753
Previous part

Chapter: 18 
Verse: 1  προϕάσεις ζητεῖ ἀνὴρ βουλόμενος χωρίζεσθαι ἀπὸ ϕίλων,
ἐν παντὶ δὲ καιρῷ ἐπονείδιστος ἔσται.
Verse: 2 
οὐ χρείαν ἔχει σοϕίας ἐνδεὴς ϕρενῶν·
μᾶλλον γὰρ ἄγεται ἀϕροσύνῃ.
Verse: 3 
ὅταν ἔλθῃ ἀσεβὴς εἰς βάθος κακῶν, καταϕρονεῖ,
ἐπέρχεται δὲ αὐτῷ ἀτιμία καὶ ὄνειδος.
Verse: 4 
ὕδωρ βαθὺ λόγος ἐν καρδίᾳ ἀνδρός,
ποταμὸς δὲ ἀναπηδύει καὶ πηγὴ ζωῆς.
Verse: 5 
θαυμάσαι πρόσωπον ἀσεβοῦς οὐ καλόν,
οὐδὲ ὅσιον ἐκκλίνειν τὸ δίκαιον ἐν κρίσει.
Verse: 6 
χείλη ἄϕρονος ἄγουσιν αὐτὸν εἰς κακά,
τὸ δὲ στόμα αὐτοῦ τὸ θρασὺ θάνατον ἐπικαλεῖται.
Verse: 7 
στόμα ἄϕρονος συντριβὴ αὐτῷ,
τὰ δὲ χείλη αὐτοῦ παγὶς τῇ ψυχῇ αὐτοῦ.
Verse: 8 
ὀκνηροὺς καταβάλλει ϕόβος,
ψυχαὶ δὲ ἀνδρογύνων πεινάσουσιν.
Verse: 9 
μὴ ἰώμενος ἑαυτὸν ἐν τοῖς ἔργοις αὐτοῦ
ἀδελϕός ἐστιν τοῦ λυμαινομένου ἑαυτόν.
Verse: 10 
ἐκ μεγαλωσύνης ἰσχύος ὄνομα κυρίου,
αὐτῷ δὲ προσδραμόντες δίκαιοι ὑψοῦνται.
Verse: 11 
ὕπαρξις πλουσίου ἀνδρὸς πόλις ὀχυρά,
δὲ δόξα αὐτῆς μέγα ἐπισκιάζει.
Verse: 12 
πρὸ συντριβῆς ὑψοῦται καρδία ἀνδρός,
καὶ πρὸ δόξης ταπεινοῦται.
Verse: 13 
ὃς ἀποκρίνεται λόγον πρὶν ἀκοῦσαι,
ἀϕροσύνη αὐτῷ ἐστιν καὶ ὄνειδος.
Verse: 14 
θυμὸν ἀνδρὸς πραύνει θεράπων ϕρόνιμος·
ὀλιγόψυχον δὲ ἄνδρα τίς ὑποίσει;
Verse: 15 
καρδία ϕρονίμου κτᾶται αἴσθησιν,
ὦτα δὲ σοϕῶν ζητεῖ ἔννοιαν.
Verse: 16 
δόμα ἀνθρώπου ἐμπλατύνει αὐτὸν
καὶ παρὰ δυνάσταις καθιζάνει αὐτόν.
Verse: 17 
δίκαιος ἑαυτοῦ κατήγορος ἐν πρωτολογίᾳ·
ὡς δ' ἂν ἐπιβάλῃ ἀντίδικος, ἐλέγχεται.
Verse: 18 
ἀντιλογίας παύει κλῆρος,
ἐν δὲ δυνάσταις ὁρίζει.
Verse: 19 
ἀδελϕὸς ὑπὸ ἀδελϕοῦ βοηθούμενος ὡς πόλις ὀχυρὰ καὶ ὑψηλή,
ἰσχύει δὲ ὥσπερ τεθεμελιωμένον βασίλειον.
Verse: 20 
ἀπὸ καρπῶν στόματος ἀνὴρ πίμπλησιν κοιλίαν αὐτοῦ,
ἀπὸ δὲ καρπῶν χειλέων αὐτοῦ ἐμπλησθήσεται.
Verse: 21 
θάνατος καὶ ζωὴ ἐν χειρὶ γλώσσης,
οἱ δὲ κρατοῦντες αὐτῆς ἔδονται τοὺς καρποὺς αὐτῆς.
Verse: 22 
ὃς εὗρεν γυναῖκα ἀγαθήν, εὗρεν χάριτας,
ἔλαβεν δὲ παρὰ θεοῦ ἱλαρότητα.
Verse: 22a 
ὃς ἐκβάλλει γυναῖκα ἀγαθήν, ἐκβάλλει τὰ ἀγαθά·
δὲ κατέχων μοιχαλίδα ἄϕρων καὶ ἀσεβής.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.