TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 755
Previous part

Chapter: 20 
Verse: 1  ἀκόλαστον οἶνος καὶ ὑβριστικὸν μέθη,
πᾶς δὲ συμμειγνύμενος αὐτῇ οὐκ ἔσται σοϕός.
Verse: 2 
οὐ διαϕέρει ἀπειλὴ βασιλέως θυμοῦ λέοντος,
δὲ παροξύνων αὐτὸν ἁμαρτάνει εἰς τὴν ἑαυτοῦ ψυχήν.
Verse: 3 
δόξα ἀνδρὶ ἀποστρέϕεσθαι λοιδορίας,
πᾶς δὲ ἄϕρων τοιούτοις συμπλέκεται.
Verse: 4 
ὀνειδιζόμενος ὀκνηρὸς οὐκ αἰσχύνεται,
ὡσαύτως καὶ δανιζόμενος σῖτον ἐν ἀμήτῳ.
Verse: 5 
ὕδωρ βαθὺ βουλὴ ἐν καρδίᾳ ἀνδρός,
ἀνὴρ δὲ ϕρόνιμος ἐξαντλήσει αὐτήν.
Verse: 6 
μέγα ἄνθρωπος καὶ τίμιον ἀνὴρ ἐλεήμων,
ἄνδρα δὲ πιστὸν ἔργον εὑρεῖν.
Verse: 7 
ὃς ἀναστρέϕεται ἄμωμος ἐν δικαιοσύνῃ,
μακαρίους τοὺς παῖδας αὐτοῦ καταλείψει.
Verse: 8 
ὅταν βασιλεὺς δίκαιος καθίσῃ ἐπὶ θρόνου,
οὐκ ἐναντιοῦται ἐν ὀϕθαλμοῖς αὐτοῦ πᾶν πονηρόν.
Verse: 9 
τίς καυχήσεται ἁγνὴν ἔχειν τὴν καρδίαν;
τίς παρρησιάσεται καθαρὸς εἶναι ἀπὸ ἁμαρτιῶν;
Verse: 9a 
κακολογοῦντος πατέρα μητέρα σβεσθήσεται λαμπτήρ,
αἱ δὲ κόραι τῶν ὀϕθαλμῶν αὐτοῦ ὄψονται σκότος.
Verse: 9b 
μερὶς ἐπισπουδαζομένη ἐν πρώτοις
ἐν τοῖς τελευταίοις οὐκ εὐλογηθήσεται.
Verse: 9c 
μὴ εἴπῃς Τείσομαι τὸν ἐχθρόν·
ἀλλὰ ὑπόμεινον τὸν κύριον, ἵνα σοι βοηθήσῃ.
Verse: 10 
στάθμιον μέγα καὶ μικρὸν καὶ μέτρα δισσά,
ἀκάθαρτα ἐνώπιον κυρίου καὶ ἀμϕότερα.
Verse: 11 
καὶ ποιῶν αὐτὰ ἐν τοῖς ἐπιτηδεύμασιν αὐτοῦ συμποδισθήσεται,
νεανίσκος μετὰ ὁσίου, καὶ εὐθεῖα ὁδὸς αὐτοῦ.
Verse: 12 
οὖς ἀκούει καὶ ὀϕθαλμὸς ὁρᾷ·
κυρίου ἔργα καὶ ἀμϕότερα.
Verse: 13 
μὴ ἀγάπα καταλαλεῖν, ἵνα μὴ ἐξαρθῇς·
διάνοιξον τοὺς ὀϕθαλμούς σου καὶ ἐμπλήσθητι ἄρτων.
Verse: 23 
βδέλυγμα κυρίῳ δισσὸν στάθμιον,
καὶ ζυγὸς δόλιος οὐ καλὸν ἐνώπιον αὐτοῦ.
Verse: 24 
παρὰ κυρίου εὐθύνεται τὰ διαβήματα ἀνδρί·
θνητὸς δὲ πῶς ἂν νοήσαι τὰς ὁδοὺς αὐτοῦ;
Verse: 25 
παγὶς ἀνδρὶ ταχύ τι τῶν ἰδίων ἁγιάσαι·
μετὰ γὰρ τὸ εὔξασθαι μετανοεῖν γίνεται.
Verse: 26 
λικμήτωρ ἀσεβῶν βασιλεὺς σοϕὸς
καὶ ἐπιβαλεῖ αὐτοῖς τροχόν.
Verse: 27 
ϕῶς κυρίου πνοὴ ἀνθρώπων,
ὃς ἐρευνᾷ ταμίεια κοιλίας.
Verse: 28 
ἐλεημοσύνη καὶ ἀλήθεια ϕυλακὴ βασιλεῖ
καὶ περικυκλώσουσιν ἐν δικαιοσύνῃ τὸν θρόνον αὐτοῦ.
Verse: 29 
κόσμος νεανίαις σοϕία,
δόξα δὲ πρεσβυτέρων πολιαί.
Verse: 30 
ὑπώπια καὶ συντρίμματα συναντᾷ κακοῖς,
πληγαὶ δὲ εἰς ταμίεια κοιλίας.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.