TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 757
Previous part

Chapter: 22 
Verse: 1  αἱρετώτερον ὄνομα καλὸν πλοῦτος πολύς,
ὑπὲρ δὲ ἀργύριον καὶ χρυσίον χάρις ἀγαθή.
Verse: 2 
πλούσιος καὶ πτωχὸς συνήντησαν ἀλλήλοις,
ἀμϕοτέρους δὲ κύριος ἐποίησεν.
Verse: 3 
πανοῦργος ἰδὼν πονηρὸν τιμωρούμενον κραταιῶς αὐτὸς παιδεύεται,
οἱ δὲ ἄϕρονες παρελθόντες ἐζημιώθησαν.
Verse: 4 
γενεὰ σοϕίας ϕόβος κυρίου
καὶ πλοῦτος καὶ δόξα καὶ ζωή.
Verse: 5 
τρίβολοι καὶ παγίδες ἐν ὁδοῖς σκολιαῖς,
δὲ ϕυλάσσων τὴν ἑαυτοῦ ψυχὴν ἀϕέξεται αὐτῶν.
Verse: 7 
πλούσιοι πτωχῶν ἄρξουσιν,
καὶ οἰκέται ἰδίοις δεσπόταις δανιοῦσιν.
Verse: 8 
σπείρων ϕαῦλα θερίσει κακά,
πληγὴν δὲ ἔργων αὐτοῦ συντελέσει.
Verse: 8a 
ἄνδρα ἱλαρὸν καὶ δότην εὐλογεῖ θεός,
ματαιότητα δὲ ἔργων αὐτοῦ συντελέσει.
Verse: 9 
ἐλεῶν πτωχὸν αὐτὸς διατραϕήσεται·
τῶν γὰρ ἑαυτοῦ ἄρτων ἔδωκεν τῷ πτωχῷ.
Verse: 9a 
νίκην καὶ τιμὴν περιποιεῖται δῶρα δούς,
τὴν μέντοι ψυχὴν ἀϕαιρεῖται τῶν κεκτημένων.
Verse: 10 
ἔκβαλε ἐκ συνεδρίου λοιμόν, καὶ συνεξελεύσεται αὐτῷ νεῖκος·
ὅταν γὰρ καθίσῃ ἐν συνεδρίῳ, πάντας ἀτιμάζει.
Verse: 11 
ἀγαπᾷ κύριος ὁσίας καρδίας,
δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι·
χείλεσιν ποιμαίνει βασιλεύς.
Verse: 12 
οἱ δὲ ὀϕθαλμοὶ κυρίου διατηροῦσιν αἴσθησιν,
ϕαυλίζει δὲ λόγους παράνομος.
Verse: 13 
προϕασίζεται καὶ λέγει ὀκνηρός
Λέων ἐν ταῖς ὁδοῖς, ἐν δὲ ταῖς πλατείαις ϕονευταί.
Verse: 14 
βόθρος βαθὺς στόμα παρανόμου,
δὲ μισηθεὶς ὑπὸ κυρίου ἐμπεσεῖται εἰς αὐτόν.
Verse: 14a 
εἰσὶν ὁδοὶ κακαὶ ἐνώπιον ἀνδρός,
καὶ οὐκ ἀγαπᾷ τοῦ ἀποστρέψαι ἀπ' αὐτῶν·
ἀποστρέϕειν δὲ δεῖ ἀπὸ ὁδοῦ σκολιᾶς καὶ κακῆς.
Verse: 15 
ἄνοια ἐξῆπται καρδίας νέου,
ῥάβδος δὲ καὶ παιδεία μακρὰν ἀπ' αὐτοῦ.
Verse: 16 
συκοϕαντῶν πένητα πολλὰ ποιεῖ τὰ ἑαυτοῦ·
δίδωσιν δὲ πλουσίῳ ἐπ' ἐλάσσονι.
Verse: 17 
Λόγοις σοϕῶν παράβαλλε σὸν οὖς καὶ ἄκουε ἐμὸν λόγον,
τὴν δὲ σὴν καρδίαν ἐπίστησον, ἵνα γνῷς ὅτι καλοί εἰσιν·
Verse: 18 
καὶ ἐὰν ἐμβάλῃς αὐτοὺς εἰς τὴν καρδίαν σου,
εὐϕρανοῦσίν σε ἅμα ἐπὶ σοῖς χείλεσιν,
Verse: 19 
ἵνα σου γένηται ἐπὶ κύριον ἐλπὶς
καὶ γνωρίσῃ σοι τὴν ὁδὸν αὐτοῦ.
Verse: 20 
καὶ σὺ δὲ ἀπόγραψαι αὐτὰ σεαυτῷ τρισσῶς
εἰς βουλὴν καὶ γνῶσιν ἐπὶ τὸ πλάτος τῆς καρδίας σου.
Verse: 21 
διδάσκω οὖν σε ἀληθῆ λόγον καὶ γνῶσιν ἀγαθὴν ὑπακούειν
τοῦ ἀποκρίνεσθαι λόγους ἀληθείας τοῖς προβαλλομένοις σοι.
Verse: 22 
Μὴ ἀποβιάζου πένητα, πτωχὸς γάρ ἐστιν,
καὶ μὴ ἀτιμάσῃς ἀσθενῆ ἐν πύλαις·
Verse: 23 
γὰρ κύριος κρινεῖ αὐτοῦ τὴν κρίσιν,
καὶ ῥύσῃ σὴν ἄσυλον ψυχήν.
Verse: 24 
μὴ ἴσθι ἑταῖρος ἀνδρὶ θυμώδει,
ϕίλῳ δὲ ὀργίλῳ μὴ συναυλίζου,
Verse: 25 
μήποτε μάθῃς τῶν ὁδῶν αὐτοῦ
καὶ λάβῃς βρόχους τῇ σῇ ψυχῇ.
Verse: 26 
μὴ δίδου σεαυτὸν εἰς ἐγγύην αἰσχυνόμενος πρόσωπον·
Verse: 27 
ἐὰν γὰρ μὴ ἔχῃς πόθεν ἀποτείσῃς,
λήμψονται τὸ στρῶμα τὸ ὑπὸ τὰς πλευράς σου.
Verse: 28 
μὴ μέταιρε ὅρια αἰώνια, ἔθεντο οἱ πατέρες σου.
Verse: 29 
ὁρατικὸν ἄνδρα καὶ ὀξὺν ἐν τοῖς ἔργοις αὐτοῦ
βασιλεῦσι δεῖ παρεστάναι
καὶ μὴ παρεστάναι ἀνδράσι νωθροῖς.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.