TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 759
Previous part

Chapter: 24 
Verse: 1  υἱέ, μὴ ζηλώσῃς κακοὺς ἄνδρας
μηδὲ ἐπιθυμήσῃς εἶναι μετ' αὐτῶν·
Verse: 2 
ψεύδη γὰρ μελετᾷ καρδία αὐτῶν,
καὶ πόνους τὰ χείλη αὐτῶν λαλεῖ.
Verse: 3 
μετὰ σοϕίας οἰκοδομεῖται οἶκος
καὶ μετὰ συνέσεως ἀνορθοῦται·
Verse: 4 
μετὰ αἰσθήσεως ἐμπίμπλαται ταμίεια
ἐκ παντὸς πλούτου τιμίου καὶ καλοῦ.
Verse: 5 
κρείσσων σοϕὸς ἰσχυροῦ
καὶ ἀνὴρ ϕρόνησιν ἔχων γεωργίου μεγάλου·
Verse: 6 
μετὰ κυβερνήσεως γίνεται πόλεμος,
βοήθεια δὲ μετὰ καρδίας βουλευτικῆς.
Verse: 7 
σοϕία καὶ ἔννοια ἀγαθὴ ἐν πύλαις σοϕῶν·
σοϕοὶ οὐκ ἐκκλίνουσιν ἐκ στόματος κυρίου,
Verse: 8 
ἀλλὰ λογίζονται ἐν συνεδρίοις.
ἀπαιδεύτοις συναντᾷ θάνατος,
Verse: 9 
ἀποθνῄσκει δὲ ἄϕρων ἐν ἁμαρτίαις·
ἀκαθαρσία δὲ ἀνδρὶ λοιμῷ ἐμμολυνθήσεται
Verse: 10 
ἐν ἡμέρᾳ κακῇ καὶ ἐν ἡμέρᾳ θλίψεως, ἕως ἂν ἐκλίπῃ.
Verse: 11 
ῥῦσαι ἀγομένους εἰς θάνατον
καὶ ἐκπρίου κτεινομένους, μὴ ϕείσῃ·
Verse: 12 
ἐὰν δὲ εἴπῃς Οὐκ οἶδα τοῦτον,
γίνωσκε ὅτι κύριος καρδίας πάντων γινώσκει,
καὶ πλάσας πνοὴν πᾶσιν αὐτὸς οἶδεν πάντα,
ὃς ἀποδίδωσιν ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ.
Verse: 13 
ϕάγε μέλι, υἱέ, ἀγαθὸν γὰρ κηρίον,
ἵνα γλυκανθῇ σου ϕάρυγξ·
Verse: 14 
οὕτως αἰσθήσῃ σοϕίαν τῇ σῇ ψυχῇ·
ἐὰν γὰρ εὕρῃς, ἔσται καλὴ τελευτή σου,
καὶ ἐλπίς σε οὐκ ἐγκαταλείψει.
Verse: 15 
μὴ προσαγάγῃς ἀσεβῆ νομῇ δικαίων
μηδὲ ἀπατηθῇς χορτασίᾳ κοιλίας·
Verse: 16 
ἑπτάκι γὰρ πεσεῖται δίκαιος καὶ ἀναστήσεται,
οἱ δὲ ἀσεβεῖς ἀσθενήσουσιν ἐν κακοῖς.
Verse: 17 
ἐὰν πέσῃ ἐχθρός σου, μὴ ἐπιχαρῇς αὐτῷ,
ἐν δὲ τῷ ὑποσκελίσματι αὐτοῦ μὴ ἐπαίρου·
Verse: 18 
ὅτι ὄψεται κύριος, καὶ οὐκ ἀρέσει αὐτῷ,
καὶ ἀποστρέψει τὸν θυμὸν αὐτοῦ ἀπ' αὐτοῦ.
Verse: 19 
μὴ χαῖρε ἐπὶ κακοποιοῖς
μηδὲ ζήλου ἁμαρτωλούς·
Verse: 20 
οὐ γὰρ μὴ γένηται ἔκγονα πονηρῶν,
λαμπτὴρ δὲ ἀσεβῶν σβεσθήσεται.
Verse: 21 
ϕοβοῦ τὸν θεόν, υἱέ, καὶ βασιλέα
καὶ μηθετέρῳ αὐτῶν ἀπειθήσῃς·
Verse: 22 
ἐξαίϕνης γὰρ τείσονται τοὺς ἀσεβεῖς,
τὰς δὲ τιμωρίας ἀμϕοτέρων τίς γνώσεται;
Verse: 22a 
λόγον ϕυλασσόμενος υἱὸς ἀπωλείας ἐκτὸς ἔσται,
δεχόμενος δὲ ἐδέξατο αὐτόν.
Verse: 22b 
μηδὲν ψεῦδος ἀπὸ γλώσσης βασιλεῖ λεγέσθω,
καὶ οὐδὲν ψεῦδος ἀπὸ γλώσσης αὐτοῦ οὐ μὴ ἐξέλθῃ.
Verse: 22c 
μάχαιρα γλῶσσα βασιλέως καὶ οὐ σαρκίνη,
ὃς δ' ἂν παραδοθῇ, συντριβήσεται·
Verse: 22d 
ἐὰν γὰρ ὀξυνθῇ θυμὸς αὐτοῦ,
σὺν νεύροις ἀνθρώπους ἀναλίσκει
Verse: 22e 
καὶ ὀστᾶ ἀνθρώπων κατατρώγει
καὶ συγκαίει ὥσπερ ϕλὸξ
ὥστε ἄβρωτα εἶναι νεοσσοῖς ἀετῶν.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.