TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 762
Previous part

Chapter: 30 
Verse: 15  Τῇ βδέλλῃ τρεῖς θυγατέρες ἦσαν ἀγαπήσει ἀγαπώμεναι,
καὶ αἱ τρεῖς αὗται οὐκ ἐνεπίμπλασαν αὐτήν,
καὶ τετάρτη οὐκ ἠρκέσθη εἰπεῖν ῾Ικανόν·
Verse: 16 
ᾅδης καὶ ἔρως γυναικὸς
καὶ τάρταρος καὶ γῆ οὐκ ἐμπιπλαμένη ὕδατος
καὶ ὕδωρ καὶ πῦρ οὐ μὴ εἴπωσιν ᾽Αρκεῖ.
Verse: 17 
ὀϕθαλμὸν καταγελῶντα πατρὸς καὶ ἀτιμάζοντα γῆρας μητρός,
ἐκκόψαισαν αὐτὸν κόρακες ἐκ τῶν ϕαράγγων,
καὶ καταϕάγοισαν αὐτὸν νεοσσοὶ ἀετῶν.
Verse: 18 
τρία δέ ἐστιν ἀδύνατά μοι νοῆσαι,
καὶ τὸ τέταρτον οὐκ ἐπιγινώσκω·
Verse: 19 
ἴχνη ἀετοῦ πετομένου
καὶ ὁδοὺς ὄϕεως ἐπὶ πέτρας
καὶ τρίβους νηὸς ποντοπορούσης
καὶ ὁδοὺς ἀνδρὸς ἐν νεότητι.
Verse: 20 
τοιαύτη ὁδὸς γυναικὸς μοιχαλίδος,
, ὅταν πράξῃ, ἀπονιψαμένη οὐδέν ϕησιν πεπραχέναι ἄτοπον.
Verse: 21 
διὰ τριῶν σείεται γῆ,
τὸ δὲ τέταρτον οὐ δύναται ϕέρειν·
Verse: 22 
ἐὰν οἰκέτης βασιλεύσῃ,
καὶ ἄϕρων πλησθῇ σιτίων,
Verse: 23 
καὶ οἰκέτις ἐὰν ἐκβάλῃ τὴν ἑαυτῆς κυρίαν,
καὶ μισητὴ γυνὴ ἐὰν τύχῃ ἀνδρὸς ἀγαθοῦ.
Verse: 24 
τέσσαρα δέ ἐστιν ἐλάχιστα ἐπὶ τῆς γῆς,
ταῦτα δέ ἐστιν σοϕώτερα τῶν σοϕῶν·
Verse: 25 
οἱ μύρμηκες, οἷς μὴ ἔστιν ἰσχὺς
καὶ ἑτοιμάζονται θέρους τὴν τροϕήν·
Verse: 26 
καὶ οἱ χοιρογρύλλιοι, ἔθνος οὐκ ἰσχυρόν,
οἳ ἐποιήσαντο ἐν πέτραις τοὺς ἑαυτῶν οἴκους·
Verse: 27 
ἀβασίλευτόν ἐστιν ἀκρὶς
καὶ ἐκστρατεύει ἀϕ' ἑνὸς κελεύσματος εὐτάκτως·
Verse: 28 
καὶ καλαβώτης χερσὶν ἐρειδόμενος καὶ εὐάλωτος ὢν
κατοικεῖ ἐν ὀχυρώμασιν βασιλέως.
Verse: 29 
τρία δέ ἐστιν, εὐόδως πορεύεται,
καὶ τὸ τέταρτον, καλῶς διαβαίνει·
Verse: 30 
σκύμνος λέοντος ἰσχυρότερος κτηνῶν,
ὃς οὐκ ἀποστρέϕεται οὐδὲ καταπτήσσει κτῆνος,
Verse: 31 
καὶ ἀλέκτωρ ἐμπεριπατῶν θηλείαις εὔψυχος
καὶ τράγος ἡγούμενος αἰπολίου
καὶ βασιλεὺς δημηγορῶν ἐν ἔθνει.
Verse: 32 
ἐὰν πρόῃ σεαυτὸν εἰς εὐϕροσύνην
καὶ ἐκτείνῃς τὴν χεῖρά σου μετὰ μάχης, ἀτιμασθήσῃ.
Verse: 33 
ἄμελγε γάλα, καὶ ἔσται βούτυρον·
ἐὰν δὲ ἐκπιέζῃς μυκτῆρας, ἐξελεύσεται αἷμα·
ἐὰν δὲ ἐξέλκῃς λόγους, ἐξελεύσονται κρίσεις καὶ μάχαι.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.