TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 761
Previous part

Chapter: 24 
Verse: 23  Ταῦτα δὲ λέγω ὑμῖν τοῖς σοϕοῖς ἐπιγινώσκειν·
αἰδεῖσθαι πρόσωπον ἐν κρίσει οὐ καλόν·
Verse: 24 
εἰπὼν τὸν ἀσεβῆ Δίκαιός ἐστιν,
ἐπικατάρατος λαοῖς ἔσται καὶ μισητὸς εἰς ἔθνη·
Verse: 25 
οἱ δὲ ἐλέγχοντες βελτίους ϕανοῦνται,
ἐπ' αὐτοὺς δὲ ἥξει εὐλογία ἀγαθή·
Verse: 26 
χείλη δὲ ϕιλήσουσιν ἀποκρινόμενα λόγους ἀγαθούς.
Verse: 27 
ἑτοίμαζε εἰς τὴν ἔξοδον τὰ ἔργα σου
καὶ παρασκευάζου εἰς τὸν ἀγρὸν
καὶ πορεύου κατόπισθέν μου
καὶ ἀνοικοδομήσεις τὸν οἶκόν σου.
Verse: 28 
μὴ ἴσθι ψευδὴς μάρτυς ἐπὶ σὸν πολίτην
μηδὲ πλατύνου σοῖς χείλεσιν·
Verse: 29 
μὴ εἴπῃς ῝Ον τρόπον ἐχρήσατό μοι χρήσομαι αὐτῷ,
τείσομαι δὲ αὐτὸν με ἠδίκησεν.
Verse: 30 
ὥσπερ γεώργιον ἀνὴρ ἄϕρων,
καὶ ὥσπερ ἀμπελὼν ἄνθρωπος ἐνδεὴς ϕρενῶν·
Verse: 31 
ἐὰν ἀϕῇς αὐτόν, χερσωθήσεται
καὶ χορτομανήσει ὅλος καὶ γίνεται ἐκλελειμμένος,
οἱ δὲ ϕραγμοὶ τῶν λίθων αὐτοῦ κατασκάπτονται.
Verse: 32 
ὕστερον ἐγὼ μετενόησα,
ἐπέβλεψα τοῦ ἐκλέξασθαι παιδείαν.
Verse: 33 
ὀλίγον νυστάζω, ὀλίγον δὲ καθυπνῶ,
ὀλίγον δὲ ἐναγκαλίζομαι χερσὶν στήθη·
Verse: 34 
ἐὰν δὲ τοῦτο ποιῇς, ἥξει προπορευομένη πενία σου
καὶ ἔνδειά σου ὥσπερ ἀγαθὸς δρομεύς.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.