TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 764
Chapter: 25
Verse: 1
Αὗται
αἱ
παιδεῖαι
Σαλωμῶντος
αἱ
ἀδιάκριτοι
,
ἃς
ἐξεγράψαντο
οἱ
ϕίλοι
Εζεκιου
τοῦ
βασιλέως
τῆς
Ιουδαίας
.
Verse: 2
Δόξα
θεοῦ
κρύπτει
λόγον
,
δόξα
δὲ
βασιλέως
τιμᾷ
πράγματα
.
Verse: 3
οὐρανὸς
ὑψηλός
,
γῆ
δὲ
βαθεῖα
,
καρδία
δὲ
βασιλέως
ἀνεξέλεγκτος
.
Verse: 4
τύπτε
ἀδόκιμον
ἀργύριον
,
καὶ
καθαρισθήσεται
καθαρὸν
ἅπαν
·
Verse: 5
κτεῖνε
ἀσεβεῖς
ἐκ
προσώπου
βασιλέως
,
καὶ
κατορθώσει
ἐν
δικαιοσύνῃ
ὁ
θρόνος
αὐτοῦ
.
Verse: 6
μὴ
ἀλαζονεύου
ἐνώπιον
βασιλέως
μηδὲ
ἐν
τόποις
δυναστῶν
ὑϕίστασο
·
Verse: 7
κρεῖσσον
γάρ
σοι
τὸ
ῥηθῆναι
᾽Ανάβαινε
πρός
με
,
ἢ
ταπεινῶσαί
σε
ἐν
προσώπῳ
δυνάστου
.
ἃ
εἶδον
οἱ
ὀϕθαλμοί
σου
,
λέγε
.
Verse: 8
μὴ
πρόσπιπτε
εἰς
μάχην
ταχέως
,
ἵνα
μὴ
μεταμεληθῇς
ἐπ
'
ἐσχάτων
.
ἡνίκα
ἄν
σε
ὀνειδίσῃ
ὁ
σὸς
ϕίλος
,
Verse: 9
ἀναχώρει
εἰς
τὰ
ὀπίσω
,
μὴ
καταϕρόνει
,
Verse: 10
μή
σε
ὀνειδίσῃ
μὲν
ὁ
ϕίλος
,
ἡ
δὲ
μάχη
σου
καὶ
ἡ
ἔχθρα
οὐκ
ἀπέσται
,
ἀλλ
'
ἔσται
σοι
ἴση
θανάτῳ
.
Verse: 10a
χάρις
καὶ
ϕιλία
ἐλευθεροῖ
,
ἃς
τήρησον
σεαυτῷ
,
ἵνα
μὴ
ἐπονείδιστος
γένῃ
,
ἀλλὰ
ϕύλαξον
τὰς
ὁδούς
σου
εὐσυναλλάκτως
.
Verse: 11
μῆλον
χρυσοῦν
ἐν
ὁρμίσκῳ
σαρδίου
,
οὕτως
εἰπεῖν
λόγον
.
Verse: 12
εἰς
ἐνώτιον
χρυσοῦν
σάρδιον
πολυτελὲς
δέδεται
,
λόγος
σοϕὸς
εἰς
εὐήκοον
οὖς
.
Verse: 13
ὥσπερ
ἔξοδος
χιόνος
ἐν
ἀμήτῳ
κατὰ
καῦμα
ὠϕελεῖ
,
οὕτως
ἄγγελος
πιστὸς
τοὺς
ἀποστείλαντας
αὐτόν
·
ψυχὰς
γὰρ
τῶν
αὐτῷ
χρωμένων
ὠϕελεῖ
.
Verse: 14
ὥσπερ
ἄνεμοι
καὶ
νέϕη
καὶ
ὑετοὶ
ἐπιϕανέστατοι
,
οὕτως
οἱ
καυχώμενοι
ἐπὶ
δόσει
ψευδεῖ
.
Verse: 15
ἐν
μακροθυμίᾳ
εὐοδία
βασιλεῦσιν
,
γλῶσσα
δὲ
μαλακὴ
συντρίβει
ὀστᾶ
.
Verse: 16
μέλι
εὑρὼν
ϕάγε
τὸ
ἱκανόν
,
μήποτε
πλησθεὶς
ἐξεμέσῃς
.
Verse: 17
σπάνιον
εἴσαγε
σὸν
πόδα
πρὸς
τὸν
σεαυτοῦ
ϕίλον
,
μήποτε
πλησθείς
σου
μισήσῃ
σε
.
Verse: 18
ῥόπαλον
καὶ
μάχαιρα
καὶ
τόξευμα
ἀκιδωτόν
,
οὕτως
καὶ
ἀνὴρ
ὁ
καταμαρτυρῶν
τοῦ
ϕίλου
αὐτοῦ
μαρτυρίαν
ψευδῆ
.
Verse: 19
ὀδοὺς
κακοῦ
καὶ
ποὺς
παρανόμου
ὀλεῖται
ἐν
ἡμέρᾳ
κακῇ
.
Verse: 20
ὥσπερ
ὄξος
ἕλκει
ἀσύμϕορον
,
οὕτως
προσπεσὸν
πάθος
ἐν
σώματι
καρδίαν
λυπεῖ
.
Verse: 20a
ὥσπερ
σὴς
ἱματίῳ
καὶ
σκώληξ
ξύλῳ
,
οὕτως
λύπη
ἀνδρὸς
βλάπτει
καρδίαν
.
Verse: 21
ἐὰν
πεινᾷ
ὁ
ἐχθρός
σου
,
τρέϕε
αὐτόν
,
ἐὰν
διψᾷ
,
πότιζε
αὐτόν
·
Verse: 22
τοῦτο
γὰρ
ποιῶν
ἄνθρακας
πυρὸς
σωρεύσεις
ἐπὶ
τὴν
κεϕαλὴν
αὐτοῦ
,
ὁ
δὲ
κύριος
ἀνταποδώσει
σοι
ἀγαθά
.
Verse: 23
ἄνεμος
βορέας
ἐξεγείρει
νέϕη
,
πρόσωπον
δὲ
ἀναιδὲς
γλῶσσαν
ἐρεθίζει
.
Verse: 24
κρεῖττον
οἰκεῖν
ἐπὶ
γωνίας
δώματος
ἢ
μετὰ
γυναικὸς
λοιδόρου
ἐν
οἰκίᾳ
κοινῇ
.
Verse: 25
ὥσπερ
ὕδωρ
ψυχρὸν
ψυχῇ
διψώσῃ
προσηνές
,
οὕτως
ἀγγελία
ἀγαθὴ
ἐκ
γῆς
μακρόθεν
.
Verse: 26
ὥσπερ
εἴ
τις
πηγὴν
ϕράσσοι
καὶ
ὕδατος
ἔξοδον
λυμαίνοιτο
,
οὕτως
ἄκοσμον
δίκαιον
πεπτωκέναι
ἐνώπιον
ἀσεβοῦς
.
Verse: 27
ἐσθίειν
μέλι
πολὺ
οὐ
καλόν
,
τιμᾶν
δὲ
χρὴ
λόγους
ἐνδόξους
.
Verse: 28
ὥσπερ
πόλις
τὰ
τείχη
καταβεβλημένη
καὶ
ἀτείχιστος
,
οὕτως
ἀνὴρ
ὃς
οὐ
μετὰ
βουλῆς
τι
πράσσει
.
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.