TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 765
Previous part

Chapter: 26 
Verse: 1  ὥσπερ δρόσος ἐν ἀμήτῳ καὶ ὥσπερ ὑετὸς ἐν θέρει,
οὕτως οὐκ ἔστιν ἄϕρονι τιμή.
Verse: 2 
ὥσπερ ὄρνεα πέταται καὶ στρουθοί,
οὕτως ἀρὰ ματαία οὐκ ἐπελεύσεται οὐδενί.
Verse: 3 
ὥσπερ μάστιξ ἵππῳ καὶ κέντρον ὄνῳ,
οὕτως ῥάβδος ἔθνει παρανόμῳ.
Verse: 4 
μὴ ἀποκρίνου ἄϕρονι πρὸς τὴν ἐκείνου ἀϕροσύνην,
ἵνα μὴ ὅμοιος γένῃ αὐτῷ·
Verse: 5 
ἀλλὰ ἀποκρίνου ἄϕρονι κατὰ τὴν ἀϕροσύνην αὐτοῦ,
ἵνα μὴ ϕαίνηται σοϕὸς παρ' ἑαυτῷ.
Verse: 6 
ἐκ τῶν ἑαυτοῦ ποδῶν ὄνειδος πίεται
ἀποστείλας δι' ἀγγέλου ἄϕρονος λόγον.
Verse: 7 
ἀϕελοῦ πορείαν σκελῶν
καὶ παροιμίαν ἐκ στόματος ἀϕρόνων.
Verse: 8 
ὃς ἀποδεσμεύει λίθον ἐν σϕενδόνῃ,
ὅμοιός ἐστιν τῷ διδόντι ἄϕρονι δόξαν.
Verse: 9 
ἄκανθαι ϕύονται ἐν χειρὶ τοῦ μεθύσου,
δουλεία δὲ ἐν χειρὶ τῶν ἀϕρόνων.
Verse: 10 
πολλὰ χειμάζεται πᾶσα σὰρξ ἀϕρόνων·
συντρίβεται γὰρ ἔκστασις αὐτῶν.
Verse: 11 
ὥσπερ κύων ὅταν ἐπέλθῃ ἐπὶ τὸν ἑαυτοῦ ἔμετον καὶ μισητὸς γένηται,
οὕτως ἄϕρων τῇ ἑαυτοῦ κακίᾳ ἀναστρέψας ἐπὶ τὴν ἑαυτοῦ ἁμαρτίαν.
Verse: 11a 
ἔστιν αἰσχύνη ἐπάγουσα ἁμαρτίαν,
καὶ ἔστιν αἰσχύνη δόξα καὶ χάρις.
Verse: 12 
εἶδον ἄνδρα δόξαντα παρ' ἑαυτῷ σοϕὸν εἶναι,
ἐλπίδα μέντοι ἔσχεν μᾶλλον ἄϕρων αὐτοῦ.
Verse: 13 
λέγει ὀκνηρὸς ἀποστελλόμενος εἰς ὁδόν
Λέων ἐν ταῖς ὁδοῖς.
Verse: 14 
ὥσπερ θύρα στρέϕεται ἐπὶ τοῦ στρόϕιγγος,
οὕτως ὀκνηρὸς ἐπὶ τῆς κλίνης αὐτοῦ.
Verse: 15 
κρύψας ὀκνηρὸς τὴν χεῖρα ἐν τῷ κόλπῳ αὐτοῦ
οὐ δυνήσεται ἐπενεγκεῖν ἐπὶ τὸ στόμα.
Verse: 16 
σοϕώτερος ἑαυτῷ ὀκνηρὸς ϕαίνεται
τοῦ ἐν πλησμονῇ ἀποκομίζοντος ἀγγελίαν.
Verse: 17 
ὥσπερ κρατῶν κέρκου κυνός,
οὕτως προεστὼς ἀλλοτρίας κρίσεως.
Verse: 18 
ὥσπερ οἱ ἰώμενοι προβάλλουσιν λόγους εἰς ἀνθρώπους,
δὲ ἀπαντήσας τῷ λόγῳ πρῶτος ὑποσκελισθήσεται,
Verse: 19 
οὕτως πάντες οἱ ἐνεδρεύοντες τοὺς ἑαυτῶν ϕίλους,
ὅταν δὲ ϕωραθῶσιν, λέγουσιν ὅτι Παίζων ἔπραξα.
Verse: 20 
ἐν πολλοῖς ξύλοις θάλλει πῦρ,
ὅπου δὲ οὐκ ἔστιν δίθυμος, ἡσυχάζει μάχη.
Verse: 21 
ἐσχάρα ἄνθραξιν καὶ ξύλα πυρί,
ἀνὴρ δὲ λοίδορος εἰς ταραχὴν μάχης.
Verse: 22 
λόγοι κερκώπων μαλακοί,
οὗτοι δὲ τύπτουσιν εἰς ταμίεια σπλάγχνων.
Verse: 23 
ἀργύριον διδόμενον μετὰ δόλου ὥσπερ ὄστρακον ἡγητέον.
χείλη λεῖα καρδίαν καλύπτει λυπηράν.
Verse: 24 
χείλεσιν πάντα ἐπινεύει ἀποκλαιόμενος ἐχθρός,
ἐν δὲ τῇ καρδίᾳ τεκταίνεται δόλους·
Verse: 25 
ἐάν σου δέηται ἐχθρὸς μεγάλῃ τῇ ϕωνῇ, μὴ πεισθῇς·
ἑπτὰ γάρ εἰσιν πονηρίαι ἐν τῇ ψυχῇ αὐτοῦ.
Verse: 26 
κρύπτων ἔχθραν συνίστησιν δόλον,
ἐκκαλύπτει δὲ τὰς ἑαυτοῦ ἁμαρτίας εὔγνωστος ἐν συνεδρίοις.
Verse: 27 
ὀρύσσων βόθρον τῷ πλησίον ἐμπεσεῖται εἰς αὐτόν,
δὲ κυλίων λίθον ἐϕ' ἑαυτὸν κυλίει.
Verse: 28 
γλῶσσα ψευδὴς μισεῖ ἀλήθειαν,
στόμα δὲ ἄστεγον ποιεῖ ἀκαταστασίας.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.