TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 769
Previous part

Chapter: 31 
Verse: 10  Γυναῖκα ἀνδρείαν τίς εὑρήσει;
τιμιωτέρα δέ ἐστιν λίθων πολυτελῶν τοιαύτη.
Verse: 11 
θαρσεῖ ἐπ' αὐτῇ καρδία τοῦ ἀνδρὸς αὐτῆς,
τοιαύτη καλῶν σκύλων οὐκ ἀπορήσει·
Verse: 12 
ἐνεργεῖ γὰρ τῷ ἀνδρὶ ἀγαθὰ πάντα τὸν βίον.
Verse: 13 
μηρυομένη ἔρια καὶ λίνον ἐποίησεν εὔχρηστον ταῖς χερσὶν αὐτῆς.
Verse: 14 
ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν,
συνάγει δὲ αὕτη τὸν βίον.
Verse: 15 
καὶ ἀνίσταται ἐκ νυκτῶν
καὶ ἔδωκεν βρώματα τῷ οἴκῳ
καὶ ἔργα ταῖς θεραπαίναις.
Verse: 16 
θεωρήσασα γεώργιον ἐπρίατο,
ἀπὸ δὲ καρπῶν χειρῶν αὐτῆς κατεϕύτευσεν κτῆμα.
Verse: 17 
ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσϕὺν αὐτῆς
ἤρεισεν τοὺς βραχίονας αὐτῆς εἰς ἔργον.
Verse: 18 
ἐγεύσατο ὅτι καλόν ἐστιν τὸ ἐργάζεσθαι,
καὶ οὐκ ἀποσβέννυται ὅλην τὴν νύκτα λύχνος αὐτῆς.
Verse: 19 
τοὺς πήχεις αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμϕέροντα,
τὰς δὲ χεῖρας αὐτῆς ἐρείδει εἰς ἄτρακτον.
Verse: 20 
χεῖρας δὲ αὐτῆς διήνοιξεν πένητι,
καρπὸν δὲ ἐξέτεινεν πτωχῷ.
Verse: 21 
οὐ ϕροντίζει τῶν ἐν οἴκῳ ἀνὴρ αὐτῆς, ὅταν που χρονίζῃ·
πάντες γὰρ οἱ παρ' αὐτῆς ἐνδιδύσκονται.
Verse: 22 
δισσὰς χλαίνας ἐποίησεν τῷ ἀνδρὶ αὐτῆς,
ἐκ δὲ βύσσου καὶ πορϕύρας ἑαυτῇ ἐνδύματα.
Verse: 23 
περίβλεπτος δὲ γίνεται ἐν πύλαις ἀνὴρ αὐτῆς,
ἡνίκα ἂν καθίσῃ ἐν συνεδρίῳ μετὰ τῶν γερόντων κατοίκων τῆς γῆς.
Verse: 24 
σινδόνας ἐποίησεν καὶ ἀπέδοτο,
περιζώματα δὲ τοῖς Χαναναίοις.
Verse: 25 
στόμα αὐτῆς διήνοιξεν προσεχόντως καὶ ἐννόμως
καὶ τάξιν ἐστείλατο τῇ γλώσσῃ αὐτῆς.
Verse: 26 
ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο
καὶ εὐϕράνθη ἐν ἡμέραις ἐσχάταις.
Verse: 27 
στεγναὶ διατριβαὶ οἴκων αὐτῆς,
σῖτα δὲ ὀκνηρὰ οὐκ ἔϕαγεν.
Verse: 28 
τὸ στόμα δὲ ἀνοίγει σοϕῶς καὶ νομοθέσμως,
δὲ ἐλεημοσύνη αὐτῆς ἀνέστησεν τὰ τέκνα αὐτῆς, καὶ ἐπλούτησαν,
καὶ ἀνὴρ αὐτῆς ᾔνεσεν αὐτήν
Verse: 29 
Πολλαὶ θυγατέρες ἐκτήσαντο πλοῦτον,
πολλαὶ ἐποίησαν δυνατά,
σὺ δὲ ὑπέρκεισαι καὶ ὑπερῆρας πάσας.
Verse: 30 
ψευδεῖς ἀρέσκειαι καὶ μάταιον κάλλος γυναικός·
γυνὴ γὰρ συνετὴ εὐλογεῖται,
ϕόβον δὲ κυρίου αὕτη αἰνείτω.
Verse: 31 
δότε αὐτῇ ἀπὸ καρπῶν χειρῶν αὐτῆς,
καὶ αἰνείσθω ἐν πύλαις ἀνὴρ αὐτῆς.




Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.