TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 770
Previous part

Book: Eccl. 
ΕΚΚΛΗΣΙΑΣΤΗΣ




Chapter: 1 
Verse: 1 
῾Ρήματα ᾽Εκκλησιαστοῦ υἱοῦ Δαυιδ
βασιλέως Ισραηλ ἐν Ιερουσαλημ.
Verse: 2 
Ματαιότης ματαιοτήτων, εἶπεν ὁ ᾽Εκκλησιαστής,
ματαιότης ματαιοτήτων, τὰ πάντα ματαιότης.
Verse: 3 
τίς περισσεία τῷ ἀνθρώπῳ
ἐν παντὶ μόχθῳ αὐτοῦ, ᾧ μοχθεῖ ὑπὸ τὸν ἥλιον;
Verse: 4 
γενεὰ πορεύεται καὶ γενεὰ ἔρχεται,
καὶ ἡ γῆ εἰς τὸν αἰῶνα ἕστηκεν.
Verse: 5 
καὶ ἀνατέλλει ὁ ἥλιος καὶ δύνει ὁ ἥλιος
καὶ εἰς τὸν τόπον αὐτοῦ ἕλκει·
Verse: 6 
ἀνατέλλων αὐτὸς ἐκεῖ πορεύεται πρὸς νότον
καὶ κυκλοῖ πρὸς βορρᾶν·
κυκλοῖ κυκλῶν, πορεύεται τὸ πνεῦμα,
καὶ ἐπὶ κύκλους αὐτοῦ ἐπιστρέϕει τὸ πνεῦμα.
Verse: 7 
πάντες οἱ χείμαρροι, πορεύονται εἰς τὴν θάλασσαν,
καὶ ἡ θάλασσα οὐκ ἔσται ἐμπιμπλαμένη·
εἰς τόπον, οὗ οἱ χείμαρροι πορεύονται,
ἐκεῖ αὐτοὶ ἐπιστρέϕουσιν τοῦ πορευθῆναι.
Verse: 8 
πάντες οἱ λόγοι ἔγκοποι·
οὐ δυνήσεται ἀνὴρ τοῦ λαλεῖν,
καὶ οὐκ ἐμπλησθήσεται ὀϕθαλμὸς τοῦ ὁρᾶν,
καὶ οὐ πληρωθήσεται οὖς ἀπὸ ἀκροάσεως.
Verse: 9 
τί τὸ γεγονός, αὐτὸ τὸ γενησόμενον·
καὶ τί τὸ πεποιημένον, αὐτὸ τὸ ποιηθησόμενον·
καὶ οὐκ ἔστιν πᾶν πρόσϕατον ὑπὸ τὸν ἥλιον.
Verse: 10 
ὃς λαλήσει καὶ ἐρεῖ ᾽Ιδὲ τοῦτο καινόν ἐστιν,
ἤδη γέγονεν ἐν τοῖς αἰῶσιν
τοῖς γενομένοις ἀπὸ ἔμπροσθεν ἡμῶν.
Verse: 11 
οὐκ ἔστιν μνήμη τοῖς πρώτοις,
καί γε τοῖς ἐσχάτοις γενομένοις
οὐκ ἔσται αὐτοῖς μνήμη
μετὰ τῶν γενησομένων εἰς τὴν ἐσχάτην.
Verse: 12 
᾽Εγὼ ᾽Εκκλησιαστὴς ἐγενόμην
βασιλεὺς ἐπὶ Ισραηλ ἐν Ιερουσαλημ·
Verse: 13 
καὶ ἔδωκα τὴν καρδίαν μου τοῦ ἐκζητῆσαι
καὶ τοῦ κατασκέψασθαι ἐν τῇ σοϕίᾳ περὶ πάντων
τῶν γινομένων ὑπὸ τὸν οὐρανόν·
ὅτι περισπασμὸν πονηρὸν
ἔδωκεν ὁ θεὸς τοῖς υἱοῖς τοῦ ἀνθρώπου
τοῦ περισπᾶσθαι ἐν αὐτῷ.
Verse: 14 
εἶδον σὺν πάντα τὰ ποιήματα
τὰ πεποιημένα ὑπὸ τὸν ἥλιον,
καὶ ἰδοὺ τὰ πάντα ματαιότης καὶ προαίρεσις πνεύματος.
Verse: 15 
διεστραμμένον οὐ δυνήσεται τοῦ ἐπικοσμηθῆναι,
καὶ ὑστέρημα οὐ δυνήσεται τοῦ ἀριθμηθῆναι.
Verse: 16 
ἐλάλησα ἐγὼ ἐν καρδίᾳ μου τῷ λέγειν
᾽Εγὼ ἰδοὺ ἐμεγαλύνθην
καὶ προσέθηκα σοϕίαν ἐπὶ πᾶσιν,
οἳ ἐγένοντο ἔμπροσθέν μου ἐν Ιερουσαλημ,
καὶ καρδία μου εἶδεν πολλά, σοϕίαν καὶ γνῶσιν.
Verse: 17 
καὶ ἔδωκα καρδίαν μου τοῦ γνῶναι σοϕίαν καὶ γνῶσιν,
παραβολὰς καὶ ἐπιστήμην ἔγνων,
ὅτι καί γε τοῦτ' ἔστιν προαίρεσις πνεύματος·
Verse: 18 
ὅτι ἐν πλήθει σοϕίας πλῆθος γνώσεως,
καὶ ὁ προστιθεὶς γνῶσιν προσθήσει ἄλγημα.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.