TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 771
Previous part

Chapter: 2 
Verse: 1  Εἶπον ἐγὼ ἐν καρδίᾳ μου
Δεῦρο δὴ πειράσω σε ἐν εὐϕροσύνῃ, καὶ ἰδὲ ἐν ἀγαθῷ·
καὶ ἰδοὺ καί γε τοῦτο ματαιότης.
Verse: 2 
τῷ γέλωτι εἶπα περιϕορὰν
καὶ τῇ εὐϕροσύνῃ Τί τοῦτο ποιεῖς;
Verse: 3 
κατεσκεψάμην ἐν καρδίᾳ μου
τοῦ ἑλκύσαι εἰς οἶνον τὴν σάρκα μου
καὶ καρδία μου ὡδήγησεν ἐν σοϕίᾳ
καὶ τοῦ κρατῆσαι ἐπ' ἀϕροσύνῃ,
ἕως οὗ ἴδω ποῖον τὸ ἀγαθὸν τοῖς υἱοῖς τοῦ ἀνθρώπου,
ποιήσουσιν ὑπὸ τὸν ἥλιον
ἀριθμὸν ἡμερῶν ζωῆς αὐτῶν.
Verse: 4 
ἐμεγάλυνα ποίημά μου,
ᾠκοδόμησά μοι οἴκους,
ἐϕύτευσά μοι ἀμπελῶνας,
Verse: 5 
ἐποίησά μοι κήπους καὶ παραδείσους
καὶ ἐϕύτευσα ἐν αὐτοῖς ξύλον πᾶν καρποῦ·
Verse: 6 
ἐποίησά μοι κολυμβήθρας ὑδάτων
τοῦ ποτίσαι ἀπ' αὐτῶν δρυμὸν βλαστῶντα ξύλα·
Verse: 7 
ἐκτησάμην δούλους καὶ παιδίσκας,
καὶ οἰκογενεῖς ἐγένοντό μοι,
καί γε κτῆσις βουκολίου καὶ ποιμνίου πολλὴ ἐγένετό μοι
ὑπὲρ πάντας τοὺς γενομένους
ἔμπροσθέν μου ἐν Ιερουσαλημ·
Verse: 8 
συνήγαγόν μοι καί γε ἀργύριον καὶ χρυσίον
καὶ περιουσιασμοὺς βασιλέων καὶ τῶν χωρῶν·
ἐποίησά μοι ᾄδοντας καὶ ᾀδούσας
καὶ ἐντρυϕήματα υἱῶν τοῦ ἀνθρώπου
οἰνοχόον καὶ οἰνοχόας·
Verse: 9 
καὶ ἐμεγαλύνθην καὶ προσέθηκα
παρὰ πάντας τοὺς γενομένους
ἔμπροσθέν μου ἐν Ιερουσαλημ·
καί γε σοϕία μου ἐστάθη μοι.
Verse: 10 
καὶ πᾶν, ᾔτησαν οἱ ὀϕθαλμοί μου,
οὐχ ὑϕεῖλον ἀπ' αὐτῶν,
οὐκ ἀπεκώλυσα τὴν καρδίαν μου
ἀπὸ πάσης εὐϕροσύνης,
ὅτι καρδία μου εὐϕράνθη ἐν παντὶ μόχθῳ μου,
καὶ τοῦτο ἐγένετο μερίς μου
ἀπὸ παντὸς μόχθου μου.
Verse: 11 
καὶ ἐπέβλεψα ἐγὼ ἐν πᾶσιν ποιήμασίν μου,
οἷς ἐποίησαν αἱ χεῖρές μου,
καὶ ἐν μόχθῳ, ἐμόχθησα τοῦ ποιεῖν,
καὶ ἰδοὺ τὰ πάντα ματαιότης καὶ προαίρεσις πνεύματος,
καὶ οὐκ ἔστιν περισσεία ὑπὸ τὸν ἥλιον.
Verse: 12 
Καὶ ἐπέβλεψα ἐγὼ τοῦ ἰδεῖν σοϕίαν
καὶ περιϕορὰν καὶ ἀϕροσύνην·
ὅτι τίς ἄνθρωπος, ὃς ἐπελεύσεται ὀπίσω τῆς βουλῆς
τὰ ὅσα ἐποίησεν αὐτήν;
Verse: 13 
καὶ εἶδον ἐγὼ ὅτι ἔστιν περισσεία τῇ σοϕίᾳ ὑπὲρ τὴν ἀϕροσύνην
ὡς περισσεία τοῦ ϕωτὸς ὑπὲρ τὸ σκότος·
Verse: 14 
τοῦ σοϕοῦ οἱ ὀϕθαλμοὶ αὐτοῦ ἐν κεϕαλῇ αὐτοῦ,
καὶ ἄϕρων ἐν σκότει πορεύεται.
καὶ ἔγνων καί γε ἐγὼ
ὅτι συνάντημα ἓν συναντήσεται τοῖς πᾶσιν αὐτοῖς.
Verse: 15 
καὶ εἶπα ἐγὼ ἐν καρδίᾳ μου
῾Ως συνάντημα τοῦ ἄϕρονος
καί γε ἐμοὶ συναντήσεταί μοι,
καὶ ἵνα τί ἐσοϕισάμην;
ἐγὼ τότε περισσὸν ἐλάλησα ἐν καρδίᾳ μου,
διότι ἄϕρων ἐκ περισσεύματος λαλεῖ,
ὅτι καί γε τοῦτο ματαιότης.
Verse: 16 
ὅτι οὐκ ἔστιν μνήμη τοῦ σοϕοῦ
μετὰ τοῦ ἄϕρονος εἰς αἰῶνα,
καθότι ἤδη αἱ ἡμέραι αἱ ἐρχόμεναι
τὰ πάντα ἐπελήσθη·
καὶ πῶς ἀποθανεῖται σοϕὸς μετὰ τοῦ ἄϕρονος;
Verse: 17 
καὶ ἐμίσησα σὺν τὴν ζωήν,
ὅτι πονηρὸν ἐπ' ἐμὲ τὸ ποίημα
τὸ πεποιημένον ὑπὸ τὸν ἥλιον,
ὅτι τὰ πάντα ματαιότης καὶ προαίρεσις πνεύματος.
Verse: 18 
καὶ ἐμίσησα ἐγὼ σὺν πάντα μόχθον μου,
ὃν ἐγὼ μοχθῶ ὑπὸ τὸν ἥλιον,
ὅτι ἀϕίω αὐτὸν τῷ ἀνθρώπῳ τῷ γινομένῳ μετ' ἐμέ·
Verse: 19 
καὶ τίς οἶδεν εἰ σοϕὸς ἔσται ἄϕρων;
καὶ ἐξουσιάζεται ἐν παντὶ μόχθῳ μου,
ἐμόχθησα καὶ ἐσοϕισάμην ὑπὸ τὸν ἥλιον.
καί γε τοῦτο ματαιότης.
Verse: 20 
καὶ ἐπέστρεψα ἐγὼ τοῦ ἀποτάξασθαι τῇ καρδίᾳ μου
ἐπὶ παντὶ τῷ μόχθῳ, ἐμόχθησα ὑπὸ τὸν ἥλιον,
Verse: 21 
ὅτι ἔστιν ἄνθρωπος, οὗ μόχθος αὐτοῦ
ἐν σοϕίᾳ καὶ ἐν γνώσει καὶ ἐν ἀνδρείᾳ,
καὶ ἄνθρωπος, ὃς οὐκ ἐμόχθησεν ἐν αὐτῷ,
δώσει αὐτῷ μερίδα αὐτοῦ.
καί γε τοῦτο ματαιότης καὶ πονηρία μεγάλη.
Verse: 22 
ὅτι τί γίνεται τῷ ἀνθρώπῳ ἐν παντὶ μόχθῳ αὐτοῦ
καὶ ἐν προαιρέσει καρδίας αὐτοῦ,
αὐτὸς μοχθεῖ ὑπὸ τὸν ἥλιον;
Verse: 23 
ὅτι πᾶσαι αἱ ἡμέραι αὐτοῦ
ἀλγημάτων καὶ θυμοῦ περισπασμὸς αὐτοῦ,
καί γε ἐν νυκτὶ οὐ κοιμᾶται καρδία αὐτοῦ.
καί γε τοῦτο ματαιότης ἐστίν.
Verse: 24 
Οὐκ ἔστιν ἀγαθὸν ἐν ἀνθρώπῳ·
ϕάγεται καὶ πίεται καὶ δείξει τῇ ψυχῇ αὐτοῦ,
ἀγαθὸν ἐν μόχθῳ αὐτοῦ.
καί γε τοῦτο εἶδον ἐγὼ ὅτι ἀπὸ χειρὸς τοῦ θεοῦ ἐστιν·
Verse: 25 
ὅτι τίς ϕάγεται καὶ τίς ϕείσεται πάρεξ αὐτοῦ;
Verse: 26 
ὅτι τῷ ἀνθρώπῳ τῷ ἀγαθῷ
πρὸ προσώπου αὐτοῦ ἔδωκεν σοϕίαν
καὶ γνῶσιν καὶ εὐϕροσύνην·
καὶ τῷ ἁμαρτάνοντι ἔδωκεν περισπασμὸν
τοῦ προσθεῖναι καὶ τοῦ συναγαγεῖν
τοῦ δοῦναι τῷ ἀγαθῷ πρὸ προσώπου τοῦ θεοῦ·
ὅτι καί γε τοῦτο ματαιότης καὶ προαίρεσις πνεύματος.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.