TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 775
Previous part

Chapter: 6 
Verse: 1  ῎Εστιν πονηρία, ἣν εἶδον ὑπὸ τὸν ἥλιον,
καὶ πολλή ἐστιν ἐπὶ τὸν ἄνθρωπον·
Verse: 2 
ἀνήρ, ᾧ δώσει αὐτῷ ὁ θεὸς
πλοῦτον καὶ ὑπάρχοντα καὶ δόξαν,
καὶ οὐκ ἔστιν ὑστερῶν τῇ ψυχῇ αὐτοῦ
ἀπὸ πάντων, ὧν ἐπιθυμήσει,
καὶ οὐκ ἐξουσιάσει αὐτῷ ὁ θεὸς τοῦ ϕαγεῖν ἀπ' αὐτοῦ,
ὅτι ἀνὴρ ξένος ϕάγεται αὐτόν·
τοῦτο ματαιότης καὶ ἀρρωστία πονηρά ἐστιν.
Verse: 3 
ἐὰν γεννήσῃ ἀνὴρ ἑκατὸν καὶ ἔτη πολλὰ ζήσεται,
καὶ πλῆθος ὅ τι ἔσονται ἡμέραι ἐτῶν αὐτοῦ,
καὶ ψυχὴ αὐτοῦ οὐκ ἐμπλησθήσεται ἀπὸ τῆς ἀγαθωσύνης,
καί γε ταϕὴ οὐκ ἐγένετο αὐτῷ,
εἶπα ᾽Αγαθὸν ὑπὲρ αὐτὸν τὸ ἔκτρωμα,
Verse: 4 
ὅτι ἐν ματαιότητι ἦλθεν καὶ ἐν σκότει πορεύεται,
καὶ ἐν σκότει ὄνομα αὐτοῦ καλυϕθήσεται,
Verse: 5 
καί γε ἥλιον οὐκ εἶδεν καὶ οὐκ ἔγνω,
ἀνάπαυσις τούτῳ ὑπὲρ τοῦτον.
Verse: 6 
καὶ εἰ ἔζησεν χιλίων ἐτῶν καθόδους
καὶ ἀγαθωσύνην οὐκ εἶδεν,
μὴ οὐκ εἰς τόπον ἕνα τὰ πάντα πορεύεται;
Verse: 7 
Πᾶς μόχθος τοῦ ἀνθρώπου εἰς στόμα αὐτοῦ,
καί γε ἡ ψυχὴ οὐ πληρωθήσεται.
Verse: 8 
ὅτι τίς περισσεία τῷ σοϕῷ ὑπὲρ τὸν ἄϕρονα;
διότι ὁ πένης οἶδεν πορευθῆναι κατέναντι τῆς ζωῆς.
Verse: 9 
ἀγαθὸν ὅραμα ὀϕθαλμῶν ὑπὲρ πορευόμενον ψυχῇ.
καί γε τοῦτο ματαιότης καὶ προαίρεσις πνεύματος.
Verse: 10 
Εἴ τι ἐγένετο, ἤδη κέκληται ὄνομα αὐτοῦ,
καὶ ἐγνώσθη ὅ ἐστιν ἄνθρωπος,
καὶ οὐ δυνήσεται τοῦ κριθῆναι μετὰ τοῦ ἰσχυροῦ ὑπὲρ αὐτόν·
Verse: 11 
ὅτι εἰσὶν λόγοι πολλοὶ πληθύνοντες ματαιότητα.
τί περισσὸν τῷ ἀνθρώπῳ;
Verse: 12 
ὅτι τίς οἶδεν τί ἀγαθὸν τῷ ἀνθρώπῳ ἐν τῇ ζωῇ
ἀριθμὸν ἡμερῶν ζωῆς ματαιότητος αὐτοῦ;
καὶ ἐποίησεν αὐτὰς ἐν σκιᾷ·
ὅτι τίς ἀπαγγελεῖ τῷ ἀνθρώπῳ
τί ἔσται ὀπίσω αὐτοῦ ὑπὸ τὸν ἥλιον;

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 23.1.2025. No parts of this document may be republished in any form without prior permission by the copyright holder.